Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
καὶ οἱ νῦν δὲ ἐξ Αἰγύπτου πλέοντες ἐμπορικοὶ τῷ Νείλῳ καὶ τῷ Ἀραβίῳ κόλπῳ μέχρι τῆς Ἰνδικῆς σπάνιοι μὲν καὶ περιπεπλεύκασι μέχρι τοῦ Γάγγου, καὶ οὗτοι δʼ ἰδιῶται καὶ οὐδὲν πρὸς ἱστορίαν τῶν τόπων χρήσιμοι. κἀκεῖθεν δὲ ἀφʼ ἑνὸς τόπου καὶ παρʼ ἑνὸς βασιλέως, Πανδίονος κατʼ ἄλλους Πώρου, ἧκεν ὡς Καίσαρα τὸν Σεβαστὸν δῶρα καὶ πρεσβεῖα καὶ ὁ κατακαύσας ἑαυτὸν Ἀθήνησι σοφιστὴς Ἰνδός, καθάπερ καὶ ὁ Κάλανος Ἀλεξάνδρῳ τὴν τοιαύτην θέαν ἐπιδειξάμενος.
εἰ τοίνυν ταῦτʼ ἀφείς τις τὴν πρὸ τῆς Ἀλεξάνδρου στρατείας ἐπιβλέποι μνήμην, πολὺ ἂν εὕροι τούτων τυφλότερα. Ἀλέξανδρον μὲν οὖν πιστεύειν τοῖς τοιούτοις εἰκός, τετυφωμένον ταῖς τοσαύταις εὐτυχίαις. φησὶ γοῦν Νέαρχος φιλονεικῆσαι αὐτὸν διὰ τῆς Γεδρωσίας ἀγαγεῖν τὴν στρατιάν, πεπυσμένον διότι καὶ Σεμίραμις ἐστράτευσεν ἐπὶ Ἰνδοὺς καὶ Κῦρος· ἀλλʼ ἡ μὲν ἀνέστρεψε φεύγουσα μετὰ εἴκοσιν ἀνθρώπων, ἐκεῖνος δὲ μεθʼ ἑπτά· ὡς σεμνὸν τὸ ἐκείνων τοσαῦτα παθόντων αὐτὸν καὶ στρατόπεδον διασῶσαι μετὰ νίκης διὰ τῶν αὐτῶν ἐθνῶν τε καὶ τόπων.
Ἐκεῖνος μὲν δὴ ἐπίστευσεν· ἡμῖν δὲ τίς ἂν δικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος; συναποφαίνεται
καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετʼ ὀλίγων πιστὰ ἡγεῖται, τῶν δʼ ἄλλων οἱ πλείους, ὧν ἐστι καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν. ὁ μὲν γὰρ ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου Διόνυσος τοιαῦτα νεανιεύεται λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχειμον χθόνα Μήδων ἐπῆλθον Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν. παρὰ Σοφοκλεῖ δέ τίς ἐστι τὴν Νῦσαν καθυμνῶν ὡς τὸ Διονύσῳ καθιερωμένον ὄρος ὅθεν κατεῖδον τὴν βεβακχιωμένην βροτοῖσι κλεινὴν Νῦσαν, ἣν ὁ βούκερως Ἴακχος * αὐτῷ μαῖαν ἡδίστην νέμει, ὅπου τίς ὄρνις οὐχὶ κλαγγάνει; καὶ τὰ ἑξῆς[*](post ἑξῆς· καὶ μηροτραφὴς δὲ λέγεται.).
Ἐκ δὲ τῶν τοιούτων Νυσαίους δή τινας ἔθνος προσωνόμασαν καὶ πόλιν παρʼ αὐτοῖς Νῦσαν Διονύσου κτίσμα, καὶ ὄρος τὸ ὑπὲρ τῆς πόλεως Μηρόν, αἰτιασάμενοι καὶ τὸν αὐτόθι κισσὸν καὶ ἄμπελον, οὐδὲ ταύτην τελεσίκαρπον· ἀπορρεῖ γὰρ ὁ βότρυς πρὶν περκάσαι διὰ τοὺς ὄμβρους τοὺς ἄδην· Διονύσου δʼ ἀπογόνους τοὺς Συδράκας ἀπὸ τῆς ἀμπέλου τῆς παρʼ αὐτοῖς καὶ τῶν πολυτελῶν ἐξόδων, βακχικῶς τάς τε ἐκστρατείας ποιουμένων τῶν βασιλέων καὶ τὰς ἄλλας ἐξόδους μετὰ τυμπανισμοῦ καὶ εὐανθοῦς στολῆς· ὅπερ ἐπιπολάζει καὶ παρὰ τοῖς ἄλλοις Ἰνδοῖς. Ἄορνον δέ τινα πέτραν, ἧς τὰς ῥίζας ὁ Ἰνδὸς ὑπορρεῖ πλησίον τῶν πηγῶν, Ἀλεξάνδρου κατὰ μίαν προσβολὴν ἑλόντος, σεμνύνοντες ἔφασαν τὸν Ἡρακλέα τρὶς μὲν προσβαλεῖν τῇ πέτρᾳ ταύτῃ τρὶς δʼ ἀποκρουσθῆναι. τῶν δὲ κοινωνησάντων αὐτῷ τῆς στρατείας ἀπογόνους εἶναι τοὺς Σίβας, σύμβολα τοῦ γένους σώζοντας τό τε δορὰς ἀμπέχεσθαι, καθάπερ τὸν Ἡρακλέα, καὶ τὸ σκυταληφορεῖν καὶ ἐπικεκαῦσθαι βουσὶ καὶ ἡμιόνοις ῥόπαλον. βεβαιοῦνται δὲ τὸν μῦθον τοῦτον καὶ ἐκ τῶν περὶ τὸν Καύκασον καὶ τὸν Προμηθέα· καὶ γὰρ ταῦτα μετενηνόχασιν ἐκ τοῦ Πόντου δεῦρο ἀπὸ μικρᾶς προφάσεως, ἰδόντες σπήλαιον ἐν τοῖς Παροπαμισάδαις ἱερόν· τοῦτο γὰρ ἀνεδείξαντο Προμηθέως δεσμωτήριον, καὶ δεῦρο ἀφιγμένον τὸν Ἡρακλέα ἐπὶ τὴν ἐλευθέρωσιν τοῦ Προμηθέως, καὶ τοῦτον εἶναι τὸν Καύκασον ὃν Ἕλληνες Προμηθέως δεσμωτήριον ἀπέφηναν.
̔́οτι δʼ ἐστὶ πλάσματα ταῦτα τῶν κολακευόντων Ἀλέξανδρον πρῶτον μὲν ἐκ τοῦ μὴ ὁμολογεῖν ἀλλήλοις τοὺς συγγραφέας δῆλον, ἀλλὰ τοὺς μὲν λέγειν τοὺς δὲ μηδʼ ἁπλῶς μεμνῆσθαι· οὐ γὰρ εἰκὸς τὰ οὕτως ἔνδοξα καὶ τύφου πλήρη μὴ πεπύσθαι, ἢ πεπύσθαι μὲν μὴ ἄξια δὲ μνήμης ὑπολαβεῖν, καὶ ταῦτα τοὺς πιστοτάτους αὐτῶν· ἔπειτα ἐκ τοῦ μηδὲ τοὺς μεταξύ, διʼ ὧν ἐχρῆν τὴν ἐς Ἰνδοὺς ἄφιξιν γενέσθαι τοῖς περὶ τὸν Διόνυσον καὶ τὸν Ἡρακλέα, μηδὲν ἔχειν τεκμήριον δεικνύναι τῆς ἐκείνων ὁδοῦ διὰ τῆς σφετέρας γῆς. καὶ ἡ τοῦ Ἡρακλέους δὲ στολὴ ἡ τοιαύτη πολὺ νεωτέρα τῆς Τρωικῆς μνήμης ἐστί, πλάσμα τῶν τὴν Ἡράκλειαν ποιησάντων, εἴτε Πείσανδρος ἦν εἴτʼ ἄλλος τις· τὰ δʼ ἀρχαῖα ξόανα οὐχ οὕτω διεσκεύασται.
̔ως ἐν τοῖς τοιούτοις οὖν ἀποδέχεσθαι δεῖ πᾶν τὸ ἐγγυτάτω πίστεως. ἐποιησάμεθα δʼ ἡμεῖς καὶ ἐν τοῖς πρώτοις λόγοις τοῖς περὶ γεωγραφίας δίαιταν ἣν δυνατὸν ἦν περὶ τούτων, καὶ νῦν ἐκείνοις τε ἐξ ἑτοίμου χρησόμεθα καὶ ἕτερα προσθήσομεν, ὅσων ἂν δεῖν δόξῃ πρὸς τὴν σαφήνειαν. μάλιστα δʼ ἐκ τῆς διαίτης ἐδόκει τῆς τότε πιστότατα εἶναι τὰ ὑπὸ τοῦ Ἐρατοσθένους ἐν τῷ τρίτῳ τῶν γεωγραφικῶν ἐκτεθέντα κεφαλαιωδῶς περὶ τῆς τότε νομιζομένης Ἰνδικῆς, ἡνίκα Ἀλέξανδρος ἐπῆλθε· καὶ ἦν ὁ Ἰνδὸς ὅριον ταύτης τε καὶ τῆς Ἀριανῆς ἣν ἐφεξῆς πρὸς τῇ ἑσπέρᾳ κειμένην Πέρσαι κατεῖχον· ὕστερον γὰρ δὴ καὶ τῆς Ἀριανῆς πολλὴν ἔσχον οἱ Ἰνδοὶ λαβόντες παρὰ τῶν Μακεδόνων. ἔστι δὲ τοιαῦτα ἃ λέγει ὁ Ἐρατοσθένης.
τὴν Ἰνδικὴν περιώρικεν ἀπὸ μὲν τῶν ἄρκτων τοῦ Ταύρου τὰ ἔσχατα ἀπὸ τῆς Ἀριανῆς μέχρι τῆς ἑῴας θαλάττης, ἅπερ οἱ ἐπιχώριοι κατὰ μέρος Παροπάμισόν τε καὶ Ἠμωδὸν καὶ Ἴμαον καὶ ἄλλα
Ἐκ δὲ τούτων πάρεστιν ὁρᾶν ὅσον διαφέρουσιν αἱ τῶν ἄλλων ἀποφάσεις, Κτησίου μὲν οὐκ ἐλάττω τῆς ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος, Ὀνησικρίτου δὲ τρίτον μέρος τῆς οἰκουμένης, Νεάρχου δὲ μηνῶν ὁδὸν τεττάρων τὴν διὰ τοῦ πεδίου, Μεγασθένους δὲ καὶ Δηιμάχου μετριασάντων μᾶλλον· ὑπὲρ γὰρ δισμυρίους τιθέασι σταδίους τὸ ἀπὸ τῆς νοτίου θαλάττης ἐπὶ τὸν Καύκασον, Δηίμαχος δʼ ὑπὲρ τοὺς τρισμυρίους κατʼ ἐνίους τόπους· πρὸς οὓς ἐν τοῖς πρώτοις λόγοις εἴρηται, νῦν δὲ τοσοῦτον εἰπεῖν ἱκανόν, ὅτι καὶ ταῦτα συνηγορεῖ τοῖς αἰτουμένοις συγγνώμην, ἐάν τι περὶ τῶν Ἰνδικῶν λέγοντες μὴ διισχυρίζωνται.