Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος, εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν. εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίᾳ μέχρι Ἑλλησπόντου, ἐν ᾗ πανήγυρίς τε καὶ ἀγῶνες κατʼ ἔτος συντελοῦνται τῷ Διονύσῳ. ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δʼ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν. καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι, μεταξὺ δὲ νῆσος Ἀσπίς, οἱ δʼ Ἀρκόνησον καλοῦσι· καὶ ἡ Μυόννησος δὲ ἐφʼ ὕψους χερρονησίζοντος κατοικεῖται.

καὶ ἡ Τέως δὲ ἐπὶ χερρονήσῳ ἵδρυται λιμένα ἔχουσα· ἐνθένδʼ ἐστὶν Ἀνακρέων ὁ μελοποιός, ἐφʼ οὗ Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπῴκησαν Θρᾳκίαν πόλιν, οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν, ἀφʼ οὗ καὶ τοῦτʼ εἴρηται

  1. Ἄβδηρα καλὴ Τηίων ἀποικίη.
πάλιν δʼ ἐπανῆλθόν τινες αὐτῶν χρόνῳ ὕστερον· εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. ἔστι καὶ ἄλλος λιμὴν ὁ πρόσβορρος ἀπὸ τριάκοντα σταδίων τῆς πόλεως Γερραιίδαι.

εἶτα Χαλκιδεῖς καὶ ὁ τῆς χερρονήσου ἰσθμὸς τῆς Τηίων καὶ Ἐρυθραίων· ἐντὸς μὲν οὖν τοῦ ἰσθμοῦ οἰκοῦσιν οὗτοι, ἐπʼ αὐτῷ δὲ τῷ ἰσθμῷ Τήιοι καὶ

p.899
Κλαζομένιοι· τὸ μὲν γὰρ νότιον τοῦ ἰσθμοῦ πλευρὸν ἔχουσι Τήιοι τοὺς Χαλκιδέας, τὸ δὲ πρόσβορρον Κλαζομένιοι, καθʼ ὃ συνάπτουσι τῇ Ἐρυθραίᾳ. κεῖται δʼ Ὑπόκρημνος ὁ τόπος ἐπὶ τῇ ἀρχῇ τοῦ ἰσθμοῦ, ἐντὸς μὲν ἀπολαμβάνων τὴν Ἐρυθραίαν ἐκτὸς δὲ τὴν τῶν Κλαζομενίων. ὑπέρκειται δὲ τῶν Χαλκιδέων ἄλσος καθιερωμένον Ἀλεξάνδρῳ τῷ Φιλίππου, καὶ ἀγὼν ὑπὸ τοῦ κοινοῦ τῶν Ἰώνων Ἀλεξάνδρεια καταγγέλλεται, συντελούμενος ἐνταῦθα. ἡ δʼ ὑπέρβασις τοῦ ἰσθμοῦ τοῦ ἀπὸ τοῦ Ἀλεξανδρείου καὶ τῶν Χαλκιδέων μέχρι τοῦ Ὑποκρήμνου πεντήκοντά εἰσι στάδιοι, ὁ δὲ περίπλους πλείους ἢ χίλιοι. κατὰ μέσον δέ που τὸν περίπλουν αἱ Ἐρυθραί, πόλις Ἰωνικὴ λιμένα ἔχουσα καὶ νησῖδας προκειμένας τέτταρας Ἵππους καλουμένας.

πρὶν δʼ ἐλθεῖν ἐπὶ τὰς Ἐρυθράς, πρῶτον μὲν Ἔραι πολίχνιόν ἐστι Τηίων· εἶτα Κώρυκος ὄρος ὑψηλὸν καὶ λιμὴν ὑπʼ αὐτῷ Κασύστης καὶ ἄλλος Ἐρυθρᾶς λιμὴν καλούμενος καὶ ἐφεξῆς πλείους ἕτεροι. φασὶ δὲ τὸν παράπλουν τοῦ Κωρύκου πάντα λῃστήριον ὑπάρξαι τῶν Κωρυκαίων καλουμένων, εὑρομένων τρόπον καινὸν τῆς ἐπιβουλῆς τῶν πλοϊζομένων· κατεσπαρμένους γὰρ ἐν τοῖς λιμέσι τοῖς καθορμιζομένοις ἐμπόροις προσφοιτᾶν καὶ ὠτακουστεῖν τί φέροιεν καὶ ποῦ πλέοιεν, εἶτα συνελθόντας ἀναχθεῖσι τοῖς ἀνθρώποις ἐπιτίθεσθαι καὶ καθαρπάζειν· ἀφʼ οὗ δὴ πάντα τὸν πολυπράγμονα καὶ κατακούειν ἐπιχειροῦντα τῶν λάθρα καὶ ἐν ἀπορρήτῳ διαλεγομένων Κωρυκαῖον καλοῦμεν, καὶ ἐν παροιμίᾳ φαμέν

  1. τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο,
ὅταν δοκῇ τις πράττειν διʼ ἀπορρήτων ἢ λαλεῖν, μὴ λανθάνῃ δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μὴ προσήκοντα.

μετὰ δὲ Κώρυκον Ἁλόννησος νησίον· εἶτα τὸ

p.900
Ἄργεννον, ἄκρα τῆς Ἐρυθραίας πλησιάζουσα μάλιστα τῷ Χίων Ποσειδίῳ ποιοῦντι πορθμὸν ὅσον ἑξήκοντα σταδίων. μεταξὺ δὲ τῶν Ἐρυθρῶν καὶ τοῦ Ὑποκρήμνου Μίμας ἐστὶν ὄρος ὑψηλὸν εὔθηρον πολύδενδρον· εἶτα κώμη Κυβέλεια καὶ ἄκρα Μέλαινα καλουμένη μύλων ἔχουσα λατόμιον.

ἐκ δʼ Ἐρυθρῶν Σίβυλλά ἐστιν, ἔνθους καὶ μαντικὴ γυνὴ τῶν ἀρχαίων τις· κατʼ Ἀλέξανδρον δὲ ἄλλη ἦν τὸν αὐτὸν τρόπον μαντική, καλουμένη Ἀθηναΐς, ἐκ τῆς αὐτῆς πόλεως· καὶ καθʼ ἡμᾶς Ἡρακλείδης Ἡροφίλειος ἰατρὸς συσχολαστὴς Ἀπολλωνίου τοῦ Μυός.

ἡ δὲ Χίος τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένῳ, πόλιν δʼ ἔχει εὐλίμενον καὶ ναύσταθμον ναυσὶν ὀγδοήκοντα. ἐν δὲ τῷ περίπλῳ δεξιὰν τὴν νῆσον ἔχοντι ἀπὸ τῆς πόλεως πρῶτον μέν ἐστι τὸ Ποσείδιον, εἶτα Φάναι λιμὴν βαθύς, καὶ νεὼς Ἀπόλλωνος καὶ ἄλσος φοινίκων· εἶτα Νότιον ὕφορμος αἰγιαλός· εἶτα Λαΐους, καὶ οὗτος ὕφορμος αἰγιαλός, ὅθεν εἰς τὴν πόλιν ἑξήκοντα σταδίων ἰσθμός· περίπλους δὲ τριακοσίων ἑξήκοντα ὃν ἐπήλθομεν. εἶτα Μέλαινα ἄκρα, καθʼ ἣν τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας, ὑψηλή, πόλιν ὁμώνυμον ἔχουσα· κύκλος δὲ τῆς νήσου τετταράκοντα στάδιοι. εἶθʼ ἡ Ἀριουσία χώρα τραχεῖα καὶ ἀλίμενος σταδίων ὅσον τριάκοντα, οἶνον ἄριστον φέρουσα τῶν Ἑλληνικῶν. εἶτα τὸ Πελιναῖον ὄρος ὑψηλότατον τῶν ἐν τῇ νήσῳ. ἔχει δʼ ἡ νῆσος καὶ λατόμιον μαρμάρου λίθου. ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής· οὗτοι δὲ καὶ ἀντεπολιτεύσαντο ἀλλήλοις. ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου Χῖοι, μαρτύριον μέγα τοὺς Ὁμηρίδας καλουμένους ἀπὸ τοῦ ἐκείνου γένους

p.901
προχειριζόμενοι, ὧν καὶ Πίνδαρος μέμνηται
  1. ὅθεν περ καὶ Ὁμηρίδαι
  2. ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοί
[*](Pind. N. 2.1) ἐκέκτηντο δὲ καὶ ναυτικόν ποτε Χῖοι, καὶ ἀνθήπτοντο τῆς κατὰ θάλατταν ἀρχῆς καὶ ἐλευθερίας. ἐκ Χίου δʼ εἰς Λέσβον νότῳ τετρακόσιοί που στάδιοι.

ἐκ δὲ τοῦ Ὑποκρήμνου Χύτριόν ἐστι τόπος, ὅπου πρότερον ἵδρυντο Κλαζομεναί· εἶθʼ ἡ νῦν πόλις νησία ἔχουσα προκείμενα ὀκτὼ γεωργούμενα· Κλαζομένιος δʼ ἦν ἀνὴρ ἐπιφανὴς Ἀναξαγόρας ὁ φυσικός, Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου· διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής. εἶθʼ ἱερὸν Ἀπόλλωνος καὶ θερμὰ ὕδατα καὶ ὁ Σμυρναίων κόλπος καὶ ἡ πόλις.

ἑξῆς δὲ ἄλλος κόλπος, ἐν ᾧ ἡ παλαιὰ Σμύρνα ἀπὸ εἴκοσι σταδίων τῆς νῦν. Λυδῶν δὲ κατασπασάντων τὴν Σμύρναν περὶ τετρακόσια ἔτη διετέλεσεν οἰκουμένη κωμηδόν· εἶτα ἀνήγειρεν αὐτὴν Ἀντίγονος, καὶ μετὰ ταῦτα Λυσίμαχος, καὶ νῦν ἐστι καλλίστη τῶν πασῶν, μέρος μέν τι ἔχουσα ἐπʼ ὄρει τετειχισμένον, τὸ δὲ πλέον ἐν πεδίῳ πρὸς τῷ λιμένι καὶ πρὸς τῷ μητρῴῳ καὶ πρὸς γυμνασίῳ. ἔστι δʼ ἡ ῥυμοτομία διάφορος ἐπʼ εὐθειῶν εἰς δύναμιν καὶ αἱ ὁδοὶ λιθόστρωτοι στοαί τε μεγάλαι τετράγωνοι, ἐπίπεδοί τε καὶ ὑπερῷοι· ἔστι δὲ καὶ βιβλιοθήκη καὶ τὸ Ὁμήρειον, στοὰ τετράγωνος, ἔχουσα νεὼν Ὁμήρου καὶ ξόανον· μεταποιοῦνται γὰρ καὶ οὗτοι διαφερόντως τοῦ ποιητοῦ, καὶ δὴ καὶ νόμισμά τι χαλκοῦν παρʼ αὐτοῖς Ὁμήρειον λέγεται. ῥεῖ δὲ πλησίον τοῦ τείχους ὁ Μέλης ποταμός. ἔστι δὲ πρὸς τῇ ἄλλῃ κατασκευῇ τῆς πόλεως καὶ λιμὴν κλειστός. ἓν δʼ ἐλάττωμα τῶν ἀρχιτεκτόνων οὐ μικρόν, ὅτι τὰς ὁδοὺς στορνύντες ὑπορρύσεις οὐκ ἔδωκαν αὐταῖς, ἀλλʼ ἐπιπολάζει τὰ σκύβαλα καὶ μάλιστα ἐν τοῖς ὄμβροις

p.902
ἐπαφιεμένων τῶν ἀποσκευῶν. ἐνταῦθα Δολοβέλλας Τρεβώνιον ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν, καὶ τῆς πόλεως παρέλυσε πολλὰ μέρη.

μετὰ δὲ Σμύρναν αἱ Λεῦκαι πολίχνιον, ὃ ἀπέστησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ φιλομήτορος τελευτήν, δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποιεῖσθαι τὴν ἀρχήν· ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίᾳ περὶ τὴν Κυμαίαν ὑπὸ Ἐφεσίων, εἰς δὲ τὴν μεσόγαιαν ἀνιὼν ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων καὶ δούλων ἐπʼ ἐλευθερίᾳ κατακεκλημένων, οὓς Ἡλιοπολίτας ἐκάλεσε. πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα, εἶτʼ Ἀπολλωνίδα ἔσχεν, εἶτʼ ἄλλων ἐφίετο φρουρίων· οὐ πολὺν δὲ διεγένετο χρόνον, ἀλλʼ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος, καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς. ἔπειτα πρέσβεις Ῥωμαίων πέντε ἧκον, καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος, καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας, ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρίᾳ λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ῥώμην. ἐκεῖνος μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατέστρεψε τὸν βίον, Περπέρναν δὲ νόσος διέφθειρε, Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχῃ. Μάνιος δʼ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα. μετὰ δὲ Λεύκας Φώκαια ἐν κόλπῳ· περὶ δὲ ταύτης εἰρήκαμεν ἐν τῷ περὶ Μασσαλίας λόγῳ. εἶθʼ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων· εἴρηται δὲ καὶ περὶ τούτων. ἐν δὲ τῇ μεσογαίᾳ τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας

p.903
καὶ τοῦ Μαιάνδρου. ἔστι δὲ καὶ τὰ χωρία ταῦτα Λυδοῖς καὶ Καρσὶν ἐπίμικτα καὶ τοῖς Ἕλλησι.

πρώτη δʼ ἐστὶν ἐξ Ἐφέσου Μαγνησία πόλις Αἰολίς, λεγομένη δὲ ἐπὶ Μαιάνδρῳ· πλησίον γὰρ αὐτοῦ ἵδρυται· πολὺ δὲ πλησιαίτερον ὁ Ληθαῖος ἐμβάλλων εἰς τὸν Μαίανδρον, τὴν δʼ ἀρχὴν ἔχων ἀπὸ Πακτύου τοῦ τῶν Ἐφεσίων ὄρους· ἕτερος δʼ ἐστὶ Ληθαῖος ὁ ἐν Γορτύνῃ καὶ ὁ περὶ Τρίκκην, ἐφʼ ᾧ ὁ Ἀσκληπιὸς γεννηθῆναι λέγεται, καὶ ἔτι ἐν τοῖς Ἑσπερίταις Λίβυσι. κεῖται δʼ ἐν πεδίῳ πρὸς ὄρει καλουμένῳ Θώρακι ἡ πόλις, ἐφʼ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν λοιδορήσαντα τοὺς βασιλέας διὰ διστίχου

  1. πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης
  2. Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης.
καὶ λόγιον δʼ ἐκπεσεῖν αὐτῷ λέγεται φυλάττεσθαι τὸν Θώρακα.

δοκοῦσι δʼ εἶναι Μάγνητες Δελφῶν ἀπόγονοι τῶν ἐποικησάντων τὰ Δίδυμα ὄρη ἐν Θετταλίᾳ, περὶ ὧν φησιν Ἡσίοδος

  1. ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνούς,
  2. Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἄντʼ Ἀμύροιο,
  3. νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.
[*](Hes. fr. 122 (Rzach)) ἐνταῦθα δʼ ἦν καὶ τὸ τῆς Δινδυμήνης ἱερὸν μητρὸς θεῶν· ἱεράσασθαι δʼ αὐτοῦ τὴν Θεμιστοκλέους γυναῖκα, οἱ δὲ θυγατέρα παραδιδόασι· νῦν δʼ οὐκ ἔστι τὸ ἱερὸν διὰ τὸ τὴν πόλιν εἰς ἄλλον μετῳκίσθαι τόπον· ἐν δὲ τῇ νῦν πόλει τὸ τῆς Λευκοφρυήνης ἱερὸν ἔστιν Ἀρτέμιδος, ὃ τῷ μὲν μεγέθει τοῦ ναοῦ καὶ τῷ πλήθει τῶν ἀναθημάτων λείπεται τοῦ ἐν Ἐφέσῳ, τῇ δʼ εὐρυθμίᾳ καὶ τῇ τέχνῃ τῇ περὶ τὴν κατασκευὴν τοῦ σηκοῦ πολὺ διαφέρει· καὶ τῷ μεγέθει ὑπεραίρει πάντας τοὺς ἐν Ἀσίᾳ πλὴν δυεῖν, τοῦ ἐν Ἐφέσῳ καὶ τοῦ ἐν Διδύμοις. καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ
p.904
Τρηρῶν ἄρδην ἀναιρεθῆναι, Κιμμερικοῦ ἔθνους, εὐτυχήσαντας πολὺν χρόνον, τὸ δʼ ἑξῆς τοὺς Ἐφεσίους κατασχεῖν τὸν τόπον. Καλλῖνος μὲν οὖν ὡς εὐτυχούντων ἔτι τῶν Μαγνήτων μέμνηται καὶ κατορθούντων ἐν τῷ πρὸς τοὺς Ἐφεσίους πολέμῳ, Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν
  1. κλαίειν τὰ Θασίων, οὗ τὰ Μαγνήτων κακά.
[*](Archil. ff. 20 (Bergk)) ἐξ οὗ καὶ αὐτὸν νεώτερον εἶναι τοῦ Καλλίνου τεκμαίρεσθαι πάρεστιν. ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος ἐπὰν φῇ
  1. νῦν δʼ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,
[*](Callinus ff. 3 (Bergk)) ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ.

ἄνδρες δʼ ἐγένοντο γνώριμοι Μάγνητες Ἡγησίας τε ὁ ῥήτωρ, ὃς ἦρξε μάλιστα τοῦ Ἀσιανοῦ λεγομένου ζήλου παραφθείρας τὸ καθεστὼς ἔθος τὸ Ἀττικόν, καὶ Σῖμος ὁ μελοποιὸς παραφθείρας καὶ αὐτὸς τὴν τῶν προτέρων μελοποιῶν ἀγωγὴν καὶ τὴν σιμῳδίαν εἰσαγαγών (καθάπερ ἔτι μᾶλλον λυσιῳδοὶ καὶ μαγῳδοί), καὶ Κλεόμαχος ὁ πύκτης, ὃς εἰς ἔρωτα ἐμπεσὼν κιναίδου τινὸς καὶ παιδίσκης ὑπὸ τῷ κιναίδῳ τρεφομένης ἀπεμιμήσατο τὴν ἀγωγὴν τῶν παρὰ τοῖς κιναίδοις διαλέκτων καὶ τῆς ἠθοποιίας· ἦρξε δὲ Σωτάδης μὲν πρῶτος τοῦ κιναιδολογεῖν, ἔπειτα Ἀλέξανδρος ὁ Αἰτωλός· ἀλλʼ οὗτοι μὲν ἐν ψιλῷ λόγῳ, μετὰ μέλους δὲ Λῦσις, καὶ ἔτι πρότερος τούτου ὁ Σῖμος. Ἀναξήνορα δὲ τὸν κιθαρῳδὸν ἐξῆρε μὲν καὶ τὰ θέατρα, ἀλλʼ ὅτι μάλιστα Ἀντώνιος, ὅς γε καὶ τεττάρων πόλεων ἀπέδειξε φορολόγον στρατιώτας αὐτῷ συστήσας. καὶ ἡ πατρὶς δʼ ἱκανῶς αὐτὸν ηὔξησε πορφύραν ἐνδύσασα ἱερωμένον τοῦ σωσιπόλιδος Διός, καθάπερ καὶ ἡ γραπτὴ εἰκὼν ἐμφανίζει ἡ ἐν τῇ ἀγορᾷ. ἔστι δὲ καὶ χαλκῆ εἰκὼν ἐν τῷ θεάτρῳ ἐπιγραφὴν ἔχουσα

  1. ἤτοι μὲν τόδε καλὸν
    p.905
    ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδʼ, οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδῇ.
[*](Hom. Od. 9.3) οὐ στοχασάμενος δὲ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπε τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος, ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν ἀμφιβολίαν τὴν περὶ τὴν γραφήν, εἴτε τὴν ὀνομαστικὴν δέχοιτο πτῶσιν τῆς ἐσχάτης προσηγορίας εἴτε τὴν δοτικήν· πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς, καὶ ἐκβάλλουσι δὲ τὸ ἔθος φυσικὴν αἰτίαν οὐκ ἔχον.

μετὰ δὲ Μαγνησίαν ἡ ἐπὶ Τράλλεις ἐστὶν ὁδὸς ἐν ἀριστερᾷ μὲν τὴν Μεσωγίδα ἔχουσιν, ἐν αὐτῇ δὲ τῇ ὁδῷ καὶ ἐν δεξιᾷ τὸ Μαιάνδρου πεδίον, Λυδῶν ἅμα καὶ Καρῶν νεμομένων καὶ Ἰώνων Μιλησίων τε καὶ Μυησίων, ἔτι δὲ Αἰολέων τῶν ἐν Μαγνησίᾳ· ὁ δʼ αὐτὸς τρόπος τῆς τοποθεσίας καὶ μέχρι Νύσης καὶ Ἀντιοχείας. ἵδρυται δʼ ἡ μὲν τῶν Τραλλιανῶν πόλις ἐπὶ τραπεζίου τινὸς ἄκραν ἔχοντος ἐρυμνήν· καὶ τὰ κύκλῳ δʼ ἱκανῶς εὐερκῆ· συνοικεῖται δὲ καλῶς εἴ τις ἄλλη τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ εὐπόρων ἀνθρώπων, καὶ ἀεί τινες ἐξ αὐτῆς εἰσιν οἱ πρωτεύοντες κατὰ τὴν ἐπαρχίαν, οὓς Ἀσιάρχας καλοῦσιν· ὧν Πυθόδωρός τε ἦν, ἀνὴρ Νυσαεὺς τὸ ἐξ ἀρχῆς, ἐκεῖσε δὲ μεταβεβηκὼς διὰ τὴν ἐπιφάνειαν καὶ ἐν τῇ πρὸς Πομπήιον φιλίᾳ διαπρέπων μετʼ ὀλίγων· περιεβέβλητο δὲ καὶ οὐσίαν βασιλικὴν πλειόνων ἢ δισχιλίων ταλάντων, ἣν ὑπὸ Καίσαρος τοῦ θεοῦ πραθεῖσαν διὰ τὴν πρὸς Πομπήιον φιλίαν ἐξωνησάμενος οὐχ ἥττω τοῖς παισὶ κατέλιπε· τούτου δʼ ἐστὶ θυγάτηρ Πυθοδωρὶς ἡ νῦν βασιλεύουσα ἐν τῷ Πόντῳ, περὶ ἧς εἰρήκαμεν. οὗτός τε δὴ καθʼ ἡμᾶς ἤκμασε καὶ Μηνόδωρος, ἀνὴρ λόγιος καὶ ἄλλως σεμνὸς καὶ βαρύς, ἔχων τὴν ἱερωσύνην τοῦ Διὸς τοῦ Λαρισαίου· κατεστασιάσθη δʼ ὑπὸ τῶν Δομετίου τοῦ Ἀηνοβάρβου

p.906
φίλων, καὶ ἀνεῖλεν αὐτὸν ἐκεῖνος ὡς ἀφιστάντα τὸ ναυτικόν, πιστεύσας τοῖς ἐνδειξαμένοις. ἐγένοντο δὲ καὶ ῥήτορες ἐπιφανεῖς Διονυσοκλῆς τε καὶ μετὰ ταῦτα Δάμασος ὁ σκόμβρος. κτίσμα δέ φασιν εἶναι τὰς Τράλλεις Ἀργείων καί τινων Θρᾳκῶν Τραλλίων, ἀφʼ ὧν τοὔνομα. τυραννηθῆναι δʼ ὀλίγον συνέπεσε χρόνον τὴν πόλιν ὑπὸ τῶν Κρατίππου παίδων κατὰ τὰ Μιθριδατικά.

Νῦσα δʼ ἵδρυται πρὸς τῇ Μεσωγίδι τὸ πλέον τῷ ὄρει προσανακεκλιμένη, ἔστι δʼ ὥσπερ δίπολις· διαιρεῖ γὰρ αὐτὴν χαράδρα τις ποιοῦσα φάραγγα, ἧς τὸ μὲν γέφυραν ἐπικειμένην ἔχει συνάπτουσαν τὰς δύο πόλεις, τὸ δʼ ἀμφιθεάτρῳ κεκόσμηται κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν τῶν χαραδρωδῶν ὑδάτων· τῷ δὲ θεάτρῳ δύο ἄκραι, ὧν τῇ μὲν ὑπόκειται τὸ γυμνάσιον τῶν νέων, τῇ δʼ ἀγορὰ καὶ τὸ γεροντικόν· πρὸς δὲ νότον ὑποπέπτωκε τῇ πόλει τὸ πεδίον, καθάπερ καὶ ταῖς Τράλλεσιν.

ἐν δὲ τῇ ὁδῷ τῇ μεταξὺ τῶν Τράλλεων καὶ τῆς Νύσης κώμη τῶν Νυσαέων ἐστὶν οὐκ ἄπωθεν τῆς πόλεως Ἀχάρακα, ἐν ᾗ τὸ Πλουτώνιον ἔχον καὶ ἄλσος πολυτελὲς καὶ νεὼν Πλούτωνός τε καὶ Κόρης, καὶ τὸ Χαρώνιον ἄντρον ὑπερκείμενον τοῦ ἄλσους θαυμαστὸν τῇ φύσει· λέγουσι γὰρ δὴ[*](post δὴ· καὶ) τοὺς νοσώδεις καὶ προσέχοντας ταῖς τῶν θεῶν τούτων θεραπείαις φοιτᾶν ἐκεῖσε καὶ διαιτᾶσθαι ἐν τῇ κώμῃ πλησίον τοῦ ἄντρου παρὰ τοῖς ἐμπείροις τῶν ἱερέων, οἳ ἐγκοιμῶνταί τε ὑπὲρ αὐτῶν καὶ διατάττουσιν ἐκ τῶν ὀνείρων τὰς θεραπείας. οὗτοι δʼ εἰσὶ καὶ οἱ ἐπικαλοῦντες τὴν τῶν θεῶν ἰατρείαν· ἄγουσι δὲ πολλάκις εἰς τὸ ἄντρον καὶ

p.907
ἱδρύουσι μένοντας καθʼ ἡσυχίαν ἐκεῖ καθάπερ ἐν φωλεῷ σιτίων χωρὶς ἐπὶ πλείους ἡμέρας. ἔστι δʼ ὅτε καὶ ἰδίοις ἐνυπνίοις οἱ νοσηλευόμενοι προσέχουσι, μυσταγωγοῖς δʼ ὅμως καὶ συμβούλοις ἐκείνοις χρῶνται ὡς ἂν ἱερεῦσι· τοῖς δʼ ἄλλοις ἄδυτός ἐστιν ὁ τόπος καὶ ὀλέθριος. πανήγυρις δʼ ἐν τοῖς Ἀχαράκοις συντελεῖται κατʼ ἔτος, καὶ τότε μάλιστα ὁρᾶν ἔστι καὶ ἀκούειν περὶ τῶν νοσούντων τοὺς πανηγυρίζοντας· τότε δὲ καὶ περὶ τὴν μεσημβρίαν ὑπολαβόντες ταῦρον οἱ ἐκ τοῦ γυμνασίου νέοι καὶ ἔφηβοι γυμνοὶ λίπʼ ἀληλιμμένοι μετὰ σπουδῆς ἀνακομίζουσιν εἰς τὸ ἄντρον· ἀφεθεὶς δὲ μικρὸν προελθὼν πίπτει καὶ ἔκπνους γίνεται.

ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης ὑπερβᾶσι Τμῶλον καὶ τὸ ὄρος τὴν Μεσωγίδα ἐπὶ τὰ πρὸς νότον μέρη καλεῖται τόπος Λειμών, εἰς ὃν ἐξοδεύουσι πανηγυριοῦντες Νυσαεῖς τε καὶ οἱ κύκλῳ πάντες· οὐ πόρρω δὲ τούτου στόμιόν ἐστιν ἱερὸν τῶν αὐτῶν θεῶν, ὅ φασι καθήκειν μέχρι τῶν Ἀχαράκων. τοῦτον δὲ τὸν λειμῶνα ὀνομάζειν τὸν ποιητήν φασιν ὅταν φῇ Ἀσίω ἐν λειμῶνι, δεικνύντες Καϋστρίου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάυστρον πλησίον ἀπορρέοντα.

ἱστοροῦσι δὲ τρεῖς ἀδελφούς, Ἄθυμβρόν τε καὶ Ἀθύμβραδον καὶ Ὕδρηλον, ἐλθόντας ἐκ Λακεδαίμονος τὰς ἐπωνύμους ἑαυτῶν κτίσαι πόλεις, λιπανδρῆσαι δʼ ὕστερον, ἐξ ἐκείνων δὲ συνοικισθῆναι τὴν Νῦσαν· καὶ νῦν Ἄθυμβρον ἀρχηγέτην νομίζουσιν οἱ Νυσαεῖς.

περίκεινται δὲ ἀξιόλογοι κατοικίαι πέραν τοῦ Μαιάνδρου, Κοσκίνια καὶ Ὀρθωσία· ἐντὸς δὲ Βρίουλα Μάσταυρα Ἀχάρακα καὶ ὑπὲρ τῆς πόλεως ἐν τῷ ὄρει τὰ Ἄρομα[*](post Ἄρομα· συστέλλοντες τὸ ῥῶ γράμμα.), ὅθεν ἄριστος Μεσωγίτης οἶνος ὁ Ἀρομεύς.

p.908

ἄνδρες δὲ γεγόνασιν ἔνδοξοι Νυσαεῖς Ἀπολλώνιός τε ὁ στωικὸς φιλόσοφος τῶν Παναιτίου γνωρίμων ἄριστος, καὶ Μενεκράτης Ἀριστάρχου μαθητής, καὶ Ἀριστόδημος ἐκείνου υἱός, οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς ἐν τῇ Νύσῃ· καὶ Σώστρατος δὲ ὁ ἀδελφὸς τοῦ Ἀριστοδήμου καὶ ἄλλος Ἀριστόδημος ἀνεψιὸς αὐτοῦ ὁ παιδεύσας Μάγνον Πομπήιον ἀξιόλογοι γεγόνασι γραμματικοί· ὁ δʼ ἡμέτερος καὶ ἐρρητόρευε καὶ ἐν τῇ Ῥόδῳ καὶ ἐν τῇ πατρίδι δύο σχολὰς συνεῖχε, πρωὶ μὲν τὴν ῥητορικὴν δείλης δὲ τὴν γραμματικὴν σχολήν· ἐν δὲ τῇ Ῥώμῃ τῶν Μάγνου παίδων ἐπιστατῶν ἠρκεῖτο τῇ γραμματικῇ σχολῇ.