Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἔχει δέ τινα ἡγεμονίαν πρὸς τοὺς τόπους τούτους τὸ Πέργαμον, ἐπιφανὴς πόλις καὶ πολὺν συνευτυχήσασα χρόνον τοῖς Ἀτταλικοῖς βασιλεῦσι· καὶ δὴ καὶ ἐντεῦθεν ἀρκτέον τῆς ἑξῆς περιοδείας, καὶ πρῶτον περὶ τῶν βασιλέων ὁπόθεν ὡρμήθησαν καὶ εἰς ἃ κατέστρεψαν ἐν βραχέσι δηλωτέον. ἦν μὲν δὴ τὸ Πέργαμον Λυσιμάχου γαζοφυλάκιον τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων, αὐτὴν τὴν ἄκραν τοῦ ὄρους συνοικουμένην ἔχον· ἔστι δὲ στροβιλοειδὲς τὸ ὄρος εἰς ὀξεῖαν κορυφὴν ἀπολῆγον. ἐπεπίστευτο δὲ τὴν φυλακὴν τοῦ ἐρύματος τούτου καὶ τῶν χρημάτων (ἦν δὲ τάλαντα ἐνακισχίλια) φιλέταιρος, ἀνὴρ Τιανός, θλιβίας ἐκ παιδός· συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα. ἦν μὲν δὴ εὐνοῦχος, τραφεὶς δὲ καλῶς ἐφάνη τῆς

p.872
πίστεως ταύτης ἄξιος. τέως μὲν οὖν εὔνους διέμεινε τῷ Λυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ διαβάλλουσαν αὐτὸν ἀπέστησε τὸ χωρίον καὶ πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν· ὅ τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. τοιούτων δὲ θορύβων ὄντων διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος ὁ εὐνοῦχος, καὶ πολιτευόμενος διʼ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα· διετέλεσε γοῦν ἔτη εἴκοσι κύριος ὢν τοῦ φρουρίου καὶ τῶν χρημάτων.

ἦσαν δʼ αὐτῷ δύο ἀδελφοί, πρεσβύτερος μὲν Εὐμένης νεώτερος δʼ Ἄτταλος· ἐκ μὲν οὖν τοῦ Εὐμένους ἐγένετο ὁμώνυμος τῷ πατρὶ Εὐμένης, ὅσπερ καὶ διεδέξατο τὸ Πέργαμον, καὶ ἦν ἤδη δυνάστης τῶν κύκλῳ χωρίων ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβαλὼν Ἀντίοχον τὸν Σελεύκου· δύο δὲ καὶ εἴκοσιν ἄρξας ἔτη τελευτᾷ τὸν βίον. ἐκ δὲ Ἀττάλου καὶ Ἀντιοχίδος τῆς Ἀχαιοῦ γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν, καὶ ἀνηγορεύθη βασιλεὺς πρῶτος νικήσας Γαλάτας μάχῃ μεγάλῃ. οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ· γηραιὸς δὲ ἐτελεύτα βασιλεύσας ἔτη τρία καὶ τετταράκοντα, κατέλιπε δὲ τέτταρας υἱοὺς ἐξ Ἀπολλωνίδος Κυζικηνῆς γυναικός, Εὐμένη Ἄτταλον Φιλέταιρον Ἀθήναιον. οἱ μὲν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, τῶν δʼ ἄλλων ὁ πρεσβύτερος Εὐμένης ἐβασίλευσε· συνεπολέμησε δὲ οὗτος Ῥωμαίοις πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπʼ Ἀντιόχῳ τὴν ἐντὸς τοῦ Ταύρου.

p.873
πρότερον δʼ ἦν τὰ περὶ Πέργαμον οὐ πολλὰ χωρία μέχρι τῆς θαλάττης τῆς κατὰ τὸν Ἐλαΐτην κόλπον καὶ τὸν Ἀδραμυττηνόν. κατεσκεύασε δʼ οὗτος τὴν πόλιν καὶ τὸ Νικηφόριον ἄλσει κατεφύτευσε, καὶ ἀναθήματα καὶ βιβλιοθήκας καὶ τὴν ἐπὶ τοσόνδε κατοικίαν τοῦ Περγάμου τὴν νῦν οὖσαν ἐκεῖνος προσεφιλοκάλησε· βασιλεύσας δὲ ἔτη τετταράκοντα καὶ ἐννέα ἀπέλιπεν υἱῷ τὴν ἀρχὴν Ἀττάλῳ, γεγονότι ἐκ Στρατονίκης τῆς Ἀριαράθου θυγατρὸς τοῦ Καππαδόκων βασιλέως. ἐπίτροπον δὲ κατέστησε καὶ τοῦ παιδὸς νέου τελέως ὄντος καὶ τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἄτταλον. ἓν δὲ καὶ εἴκοσιν ἔτη βασιλεύσας γέρων οὗτος τελευτᾷ κατορθώσας πολλά· καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῷ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίοις ἐπὶ τὸν Ψευδοφίλιππον, ἐχειρώσατο δὲ καὶ Διήγυλιν τὸν Καινῶν βασιλέα στρατεύσας εἰς τὴν Θρᾴκην, ἀνεῖλε δὲ καὶ Προυσίαν ἐπισυστήσας αὐτῷ Νικομήδη τὸν υἱόν, κατέλιπε δὲ τὴν ἀρχὴν τῷ ἐπιτροπευθέντι Ἀττάλῳ· βασιλεύσας δὲ οὗτος ἔτη πέντε καὶ κληθεὶς Φιλομήτωρ ἐτελεύτα νόσῳ τὸν βίον, κατέλιπε δὲ κληρονόμους Ῥωμαίους· οἱ δʼ ἐπαρχίαν ἀπέδειξαν τὴν χώραν Ἀσίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ. παραρρεῖ δʼ ὁ Κάικος τὸ Πέργαμον, διὰ τοῦ Καΐκου πεδίου προσαγορευομένου σφόδρα εὐδαίμονα γῆν διεξιὼν σχεδὸν δέ τι καὶ τὴν ἀρίστην τῆς Μυσίας.

ἄνδρες δʼ ἐγένοντο ἐλλόγιμοι καθʼ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν· ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι. οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε

p.874
προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη ἀπὸ τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου· κατελύθη δʼ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον. οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ὁ ῥήτωρ ὁ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτʼ ἐστί· πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ ἢ καθʼ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ ἡ Ἀπολλοδώρειος αἵρεσις καὶ ἡ Θεοδώρειος. μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον ἡ τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον· μαθητὴν δʼ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ· καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος.

προϊόντι δʼ ἀπὸ τοῦ πεδίου καὶ τῆς πόλεως ἐπὶ μὲν τὰ πρὸς ἕω μέρη πόλις ἐστὶν Ἀπολλωνία, μετεώροις ἐπικειμένη τόποις· ἐπὶ δὲ τὸν νότον ὀρεινὴ ῥάχις ἐστίν, ἣν ὑπερβᾶσι καὶ βαδίζουσιν ἐπὶ Σάρδεων πόλις ἐστὶν ἐν ἀριστερᾷ Θυάτειρα, κατοικία Μακεδόνων, ἣν Μυσῶν ἐσχάτην τινὲς φασίν. ἐν δεξιᾷ δʼ Ἀπολλωνίς, διέχουσα Περγάμου τριακοσίους σταδίους, τοὺς δὲ ἴσους καὶ τῶν Σάρδεων· ἐπώνυμος δʼ ἐστὶ τῆς Κυζικηνῆς Ἀπολλωνίδος· εἶτʼ ἐκδέχεται τὸ Ἕρμου πεδίον καὶ Σάρδεις· τὰ δὲ προσάρκτια τῷ Περγάμῳ τὰ πλεῖστα ὑπὸ Μυσῶν ἔχεται τὰ ἐν δεξιᾷ τῶν Ἀβαειτῶν λεγομένων, οἷς συνάπτει ἡ Ἐπίκτητος μέχρι Βιθυνίας.

αἱ δὲ Σάρδεις πόλις ἐστὶ μεγάλη, νεωτέρα μὲν τῶν Τρωικῶν ἀρχαία δʼ ὅμως, ἄκραν ἔχουσα εὐερκῆ· βασίλειον δʼ ὑπῆρξε τῶν Λυδῶν, οὓς ὁ ποιητὴς καλεῖ Μῄονας οἱ δʼ ὕστερον Μαίονας, οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς οἱ δʼ ἑτέρους ἀποφαίνοντες· τοὺς δʼ

p.875
αὐτοὺς ἄμεινόν ἐστι λέγειν. ὑπέρκειται δὲ τῶν Σάρδεων ὁ Τμῶλος, εὔδαιμον ὄρος, ἐν τῇ ἀκρωρείᾳ σκοπὴν ἔχον, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον, ἀφʼ οὗ κατοπτεύεται τὰ κύκλῳ πεδία καὶ μάλιστα τὸ Καϋστριανόν· περιοικοῦσι δὲ Λυδοὶ καὶ Μυσοὶ καὶ Μακεδόνες. ῥεῖ δʼ ὁ Πακτωλὸς ἀπὸ τοῦ Τμώλου, καταφέρων τὸ παλαιὸν ψῆγμα χρυσοῦ πολύ, ἀφʼ οὗ τὸν Κροίσου λεγόμενον πλοῦτον καὶ τῶν προγόνων αὐτοῦ διονομασθῆναί φασι· νῦν δʼ ἐκλέλοιπε τὸ ψῆγμα, ὡς εἴρηται. καταφέρεται δʼ ὁ Πακτωλὸς εἰς τὸν Ἕρμον, εἰς ὃν καὶ ὁ Ὕλλος ἐμβάλλει, Φρύγιος νυνὶ καλούμενος· συμπεσόντες δʼ οἱ τρεῖς καὶ ἄλλοι ἀσημότεροι σὺν αὐτοῖς εἰς τὴν κατὰ Φώκαιαν ἐκδιδόασι θάλατταν, ὡς Ἡρόδοτός φησιν. ἄρχεται δʼ ἐκ Μυσίας ὁ Ἕρμος, ἐξ ὄρους ἱεροῦ τῆς Δινδυμήνης, καὶ διὰ τῆς Κατακεκαυμένης εἰς τὴν Σαρδιανὴν φέρεται καὶ τὰ συνεχῆ πεδία μέχρι τῆς θαλάττης. ὑπόκειται δὲ τῇ πόλει τό τε Σαρδιανὸν πεδίον καὶ τὸ τοῦ Κύρου καὶ τὸ τοῦ Ἕρμου καὶ τὸ Καϋστριανόν, συνεχῆ τε ὄντα καὶ πάντων ἄριστα πεδίων. ἐν δὲ σταδίοις τετταράκοντα ἀπὸ τῆς πόλεως ἔστιν ἡ Γυγαία μὲν ὑπὸ τοῦ ποιητοῦ λεγομένη λίμνη, Κολόη δʼ ὕστερον μετονομασθεῖσα, ὅπου τὸ ἱερὸν τῆς Κολοηνῆς Ἀρτέμιδος μεγάλην ἁγιστείαν ἔχον. φασὶ δʼ ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδʼ ὅπως ποτὲ παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.

κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ

  1. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην,
  2. υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη,
  3. οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας,
[*](Hom. Il. 2.864) προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος
  1. Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ.
οὐδεμία δʼ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν
p.876
ὁ ποιητής
  1. σκυτοτόμων ὄχʼ ἄριστος Ὕδῃ ἔνι.
[*](Hom. Il. 7.221) προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι· καὶ γὰρ τῷ
  1. εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς
[*](Hom. Il. 2.783) ἐπεισφέρουσι
  1. χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ.
ἄλλοι δʼ ἐν Κιλικίᾳ, τινὲς δʼ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δʼ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι· οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πιθανωτάτους δʼ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας. Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ· καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα
  1. τόν ποτε
  2. Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν
  3. ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
  4. Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
[*](Pind. p. 1.31) καὶ πάλιν
  1. κείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος
  2. ἀμφίκειται.
καὶ πάλιν
  1. ἀλλʼ οἶος ἄπλατον κεράιζε θεῶν
  2. Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ
  3. ἐν Ἀρίμοις ποτέ.
[*](Pind. Fr. 93 (Bergk)) οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν. Καλλισθένης δʼ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρʼ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφʼ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.