Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τὴν δὲ Βιθυνίαν ἀπὸ μὲν τῆς ἀνατολῆς ὁρίζουσι Παφλαγόνες τε καὶ Μαριανδυνοὶ καὶ τῶν Ἐπικτήτων τινές, ἀπὸ δὲ τῶν ἄρκτων ἡ Ποντικὴ θάλαττα ἡ ἀπὸ τῶν ἐκβολῶν τοῦ Σαγγαρίου μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον καὶ Χαλκηδόνα, ἀπὸ δὲ δύσεως ἡ Προποντίς, πρὸς νότον δʼ ἥ τε Μυσία καὶ ἡ ἐπίκτητος

p.791
καλουμένη Φρυγία, ἡ δʼ αὐτὴ καὶ Ἑλλησποντιακὴ Φρυγία καλουμένη.

ταύτης δʼ ἐπὶ μὲν τῷ στόματι τοῦ Πόντου Χαλκηδὼν ἵδρυται, Μεγαρέων κτίσμα, καὶ κώμη Χρυσόπολις καὶ τὸ ἱερὸν τὸ Χαλκηδόνιον, ἔχει δʼ ἡ χώρα μικρὸν ὑπὲρ τῆς θαλάττης κρήνην Ἀζαριτίαν, τρέφουσαν κροκοδείλους μικρούς· ἔπειτʼ ἐκδέχεται τὴν τῶν Χαλκηδονίων ᾐόνα ὁ Ἀστακηνὸς καλούμενος κόλπος, μέρος ὢν τῆς Προποντίδος, ἐν ᾧ ἡ Νικομήδεια ἔκτισται ἐπώνυμος ἑνὸς τῶν Βιθυνικῶν βασιλέων τοῦ κτίσαντος αὐτήν· πολλοὶ δʼ ὁμωνύμως ὠνομάσθησαν, καθάπερ Πτολεμαῖοι διὰ τὴν τοῦ πρώτου δόξαν. ἦν δʼ ἐν αὐτῷ τῷ κόλπῳ καὶ Ἀστακὸς πόλις, Μεγαρέων κτίσμα καὶ Ἀθηναίων καὶ μετὰ ταῦτα Δοιδαλσοῦ, ἀφʼ ἧς καὶ ὁ κόλπος ὠνομάσθη· κατεσκάφη δʼ ὑπὸ Λυσιμάχου· τοὺς δʼ οἰκήτορας μετήγαγεν εἰς Νικομήδειαν ὁ κτίσας αὐτήν.