Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
Αἰτωλοὶ μὲν τοίνυν καὶ Ἀκαρνᾶνες ὁμοροῦσιν ἀλλήλοις, μέσον ἔχοντες τὸν Ἀχελῶον ποταμὸν ῥέοντα ἀπὸ τῶν ἄρκτων καὶ τῆς Πίνδου πρὸς νότον διά τε Ἀγραίων Αἰτωλικοῦ ἔθνους καὶ Ἀμφιλόχων, Ἀκαρνᾶνες μὲν τὸ πρὸς ἑσπέραν μέρος ἔχοντες τοῦ ποταμοῦ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου τοῦ κατὰ Ἀμφιλόχους καὶ τὸ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος, Αἰτωλοὶ δὲ τὸ πρὸς ἕω μέχρι τῶν Ὀζολῶν Λοκρῶν καὶ τοῦ Παρνασσοῦ καὶ τῶν Οἰταίων. ὑπέρκεινται δʼ ἐν τῇ μεσογαίᾳ
πόλεις δʼ εἰσὶν ἐν μὲν τοῖς Ἀκαρνᾶσιν Ἀνακτόριόν τε ἐπὶ χερρονήσου ἱδρυμένον Ἀκτίου πλησίον, ἐμπόριον τῆς νῦν ἐκτισμένης ἐφʼ ἡμῶν Νικοπόλεως, καὶ Στράτος, ἀνάπλουν ἔχουσα τῷ Ἀχελώῳ πλειόνων ἢ διακοσίων σταδίων, καὶ Οἰνειάδαι, καὶ αὐτὴ ἐπὶ τῷ ποταμῷ, ἡ μὲν παλαιὰ οὐ κατοικουμένη, ἴσον ἀπέχουσα τῆς τε θαλάττης καὶ τοῦ Στράτου, ἡ δὲ νῦν ὅσον ἑβδομήκοντα σταδίους ὑπὲρ τῆς ἐκβολῆς διέχουσα· καὶ ἄλλαι δʼ εἰσί, Πάλαιρός τε καὶ Ἀλυζία καὶ Λευκὰς καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀμβρακία, ὧν αἱ πλεῖσται περιοικίδες γεγόνασιν ἢ καὶ πᾶσαι τῆς Νικοπόλεως· κεῖται δʼ ὁ Στράτος κατὰ μέσην τὴν ἐξ Ἀλυζίας ὁδὸν εἰς Ἀνακτόριον.
Αἰτωλῶν δʼ εἰσὶ Καλυδών τε καὶ Πλευρών, νῦν μὲν τεταπεινωμέναι, τὸ δὲ παλαιὸν πρόσχημα τῆς Ἑλλάδος ἦν ταῦτα τὰ κτίσματα. καὶ δὴ καὶ διῃρῆσθαι συνέβαινε δίχα τὴν Αἰτωλίαν, καὶ τὴν μὲν ἀρχαίαν λέγεσθαι τὴν δʼ ἐπίκτητον· ἀρχαίαν μὲν τὴν ἀπὸ τοῦ Ἀχελώου μέχρι Καλυδῶνος παραλίαν ἐπὶ πολὺ καὶ τῆς μεσογαίας ἀνήκουσαν εὐκάρπου τε καὶ πεδιάδος, ᾗ
ἔχει δὲ καὶ ἡ Αἰτωλία ὄρος μέγιστον μὲν τὸν Κόρακα, συνάπτοντα τῇ Οἴτῃ, τῶν δʼ ἄλλων ἐν μέσῳ μὲν μᾶλλον τὸν Ἀράκυνθον, περὶ ὃν τὴν νεωτέραν Πλευρῶνα συνῴκισαν ἀφέντες τὴν παλαιὰν ἐγγὺς κειμένην Καλυδῶνος οἱ οἰκήτορες, εὔκαρπον οὖσαν καὶ πεδιάδα, πορθοῦντος τὴν χώραν Δημητρίου τοῦ ἐπικληθέντος Αἰτωλικοῦ· ὑπὲρ δὲ τῆς Μολυκρείας Ταφιασσὸν καὶ Χαλκίδα, ὄρη ἱκανῶς ὑψηλά, ἐφʼ οἷς πολίχνια ἵδρυτο Μακυνία τε καὶ Χαλκίς, ὁμώνυμος τῷ ὄρει, ἣν καὶ Ὑποχαλκίδα καλοῦσι· Κούριον δὲ πλησίον τῆς παλαιᾶς Πλευρῶνος, ἀφʼ οὗ τοὺς Πλευρωνίους Κουρῆτας ὀνομασθῆναί τινες ὑπέλαβον.
ὁ δʼ Εὔηνος ποταμὸς ἄρχεται μὲν ἐκ Βωμιέων τῶν ἐν Ὀφιεῦσιν Αἰτωλικῷ ἔθνει (καθάπερ καὶ οἱ Εὐρυτᾶνες καὶ Ἀγραῖοι καὶ Κουρῆτες καὶ ἄλλοι), ῥεῖ δʼ οὐ διὰ τῆς Κουρητικῆς κατʼ ἀρχάς, ἥτις ἐστὶν ἡ αὐτὴ τῇ Πλευρωνίᾳ, ἀλλὰ διὰ τῆς προσεῴας μᾶλλον παρὰ τὴν Χαλκίδα καὶ Καλυδῶνα· εἶτʼ ἀνακάμψας ἐπὶ τὰ τῆς Πλευρῶνος πεδία τῆς παλαιᾶς καὶ παραλλάξας εἰς δύσιν ἐπιστρέφει πρὸς τὰς ἐκβολὰς καὶ τὴν μεσημβρίαν· ἐκαλεῖτο δὲ Λυκόρμας πρότερον· καὶ ὁ Νέσσος ἐνταῦθα λέγεται πορθμεὺς ἀποδεδειγμένος ὑφʼ Ἡρακλέους ἀποθανεῖν, ἐπειδὴ πορθμεύων τὴν Δηιάνειραν ἐπεχείρει βιάσασθαι.
καὶ Ὤλενον δὲ καὶ Πυλήνην ὀνομάζει πόλεις ὁ ποιητὴς Αἰτωλικάς, ὧν τὴν μὲν Ὤλενον ὁμωνύμως τῇ
καθόλου μὲν οὖν ταῦτα περὶ τῆς χώρας ἐστὶ τῆς τῶν Ἀκαρνάνων καὶ τῶν Αἰτωλῶν, περὶ δὲ τῆς παραλίας καὶ τῶν προκειμένων νήσων ἔτι καὶ ταῦτα προσληπτέον· ἀπὸ γὰρ τοῦ στόματος ἀρξαμένοις τοῦ Ἀμβρακικοῦ κόλπου πρῶτόν ἐστιν Ἀκαρνάνων χωρίον τὸ Ἄκτιον. ὁμωνύμως δὲ λέγεται τό τε ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου, ἔχουσα καὶ λιμένα ἐκτός. τοῦ δʼ ἱεροῦ τετταράκοντα μὲν σταδίους ἀπέχει τὸ Ἀνακτόριον ἐν τῷ κόλπῳ ἱδρυμένον, διακοσίους δὲ καὶ τετταράκοντα ἡ Λευκάς.
αὕτη δʼ ἦν τὸ παλαιὸν μὲν χερρόνησος τῆς Ἀκαρνάνων γῆς, καλεῖ δʼ ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείροιο, τὴν περαίαν τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἤπειρον καλῶν· αὕτη δʼ ἐστὶν ἡ Ἀκαρνανία· ὥστε, ὅταν φῇ ἀκτὴν ἠπείροιο, τῆς Ἀκαρνανίας ἀκτὴν δέχεσθαι δεῖ. τῆς δὲ Λευκάδος ἥ τε Νήριτος, ἥν φησιν ἑλεῖν ὁ Λαέρτης
[*](Hom. Od. 24.377)καὶ ἃς ἐν καταλόγῳ φησί
- ἦ μὲν Νήριτον εἷλον ἐϋκτίμενον πτολίεθρον,
- ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
[*](Hom. Il. 2.633)Κορίνθιοι δὲ πεμφθέντες ὑπὸ Κυψέλου καὶ Γόργου ταύτην τε κατέσχον τὴν ἀκτὴν καὶ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου προῆλθον, καὶ ἥ τε Ἀμβρακία
- καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν.
ἔχει δὲ τὸ τοῦ Λευκάτα Ἀπόλλωνος ἱερὸν καὶ τὸ ἅλμα τὸ τοὺς ἔρωτας παύειν πεπιστευμένον·
ὥς φησιν ὁ Μένανδρος
- οὗ δὴ λέγεται πρώτη Σαπφώ
ὁ μὲν οὖν Μένανδρος πρώτην ἁλέσθαι λέγει τὴν Σαπφώ, οἱ δʼ ἔτι ἀρχαιολογικώτεροι Κέφαλόν φασιν ἐρασθέντα Πτερέλα τὸν Δηιονέως. ἦν δὲ καὶ πάτριον τοῖς Λευκαδίοις κατʼ ἐνιαυτὸν ἐν τῇ θυσίᾳ τοῦ Ἀπόλλωνος ἀπὸ τῆς σκοπῆς ῥιπτεῖσθαί τινα τῶν ἐν αἰτίαις ὄντων ἀποτροπῆς χάριν, ἐξαπτομένων ἐξ αὐτοῦ παντοδαπῶν πτερῶν καὶ ὀρνέων ἀνακουφίζειν δυναμένων τῇ πτήσει τὸ ἅλμα, ὑποδέχεσθαι δὲ κάτω μικραῖς ἁλιάσι κύκλῳ περιεστῶτας πολλοὺς καὶ περισώζειν εἰς δύναμιν τῶν ὅρων ἔξω τὸν ἀναληφθέντα. ὁ δὲ τὴν Ἀλκμαιονίδα γράψας, Ἰκαρίου τοῦ Πηνελόπης πατρὸς υἱεῖς γενέσθαι δύο, Ἀλυζέα καὶ Λευκάδιον, δυναστεῦσαι δʼ ἐν τῇ Ἀκαρνανίᾳ τούτους μετὰ τοῦ πατρός· τούτων οὖν ἐπωνύμους τὰς πόλεις Ἔφορος λέγεσθαι δοκεῖ.
- τὸν ὑπέρκομπον θηρῶσα Φάωνʼ
- οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας
- ἀπὸ τηλεφανοῦς ἅλμα κατʼ εὐχὴν
- σήν, δέσποτʼ ἄναξ.
Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες· εἰπὼν γάρ
[*](Hom. Il. 2.631)(τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί
- αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας,
- οἵ ῥʼ Ἰθάκην εἶχον
p.638καὶ Νήριτον εἰνοσίφυλλον
[*](Hom. Il. 2.625) καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος· καί
- οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
[*](Hom. Il. 2.615)καὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος· καί
- οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα
[*](Hom. Il. 2.536)καὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν· καί
- οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τε
[*](Hom. Il. 8.173)ὡς καὶ ἐκείνων Τρώων ὄντων)· πλὴν μετά γε Νήριτον φησί
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι
[*](Hom. Il. 2.633)ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει
- καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
- οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
- οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο.
[*](Hom. Od. 14.100)τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης· Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ
- δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων,
[*](Hom. Od. 4.671)τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται, ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλʼ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα. τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθʼ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ. ὅταν δʼ εἴπῃ
- ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
[*](Hom. Od. 1.245)τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν. Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα
- ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
- Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
[*](Hom. Od. 4.671)ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν
- Σάμοιό τε παιπαλοέσσης,
[*](Hom. Od. 1.246)ἀλλὰ μή Σάμῃ τε δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων
- Δουλιχίῳ τε Σάμῳ τε
[*](Hom. Od. 16.249)καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου
- ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,
[*](Hom. Od. 15.367)ἔχει δὲ ταῦτα λόγον. οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.
- τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν.
αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης ὅταν φῇ
[*](Hom. Il. 2.632)ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει τῷ ἐπιθέτῳ δηλοῖ. ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος
- οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον,
[*](Hom. Od. 9.21)Ἰθάκην δʼ εἴτε τὴν πόλιν εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει
- ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ,
- Νήριτον εἰνοσίφυλλον ἀριπρεπές.
[*](Hom. Il. 2.632) κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτʼ ἄν, ὡς καὶ Ἀθήνας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον· ποιητικῶς δὲ τοὐναντίον. ἐν μέντοι τῷ
- οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον.
[*](Hom. Od. 9.21)δῆλον· ἐν γὰρ τῇ νήσῳ οὐκ ἐν τῇ πόλει τὸ ὄρος. ὅταν δὲ οὕτω φῇ
- ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ
- Νήριτον
[*](Hom. Od. 3.81)ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον εἴτε ἕτερον ἢ ὄρος ἢ χωρίον[*](post χωρίον· ὁ μέντοι ἀντὶ Νηρίτου γράφων Νήρικον, ἢ ἀνάπαλιν, παραπαίει τελέως· τὸ μὲν γὰρ εἰνοσίφυλλον καλεῖ ὁ ποιητής, τὸ δʼ ἐυκτίμενον πτολίεθρον, καὶ τὸ μὲν ἐν Ἰθάκῃ, τὸ δʼ ἀκτὴν ἠπείροιο.).
- ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν,
καὶ τοῦτο δὲ δοκεῖ ὑπεναντιότητά τινα δηλοῦν
[*](Hom. Od. 9.25)χθαμαλὴ μὲν γὰρ ἡ ταπεινὴ καὶ χαμηλή, πανυπερτάτη δὲ
- αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται.
[*](Hom. Od. 14.1)καί
- τρηχεῖαν ἀταρπὸν
- χῶρον ἀνʼ ὑλήεντα
[*](Hom. Od. 4.607)ἔχει μὲν οὖν ἀπεμφάσεις τοιαύτας ἡ φράσις, ἐξηγοῦνται δὲ οὐ κακῶς· οὔτε γὰρ χθαμαλὴν δέχονται ταπεινὴν ἐνταῦθα, ἀλλὰ πρόσχωρον τῇ ἠπείρῳ ἐγγυτάτω οὖσαν αὐτῆς· οὔτε πανυπερτάτην ὑψηλοτάτην ἀλλὰ πανυπερτάτην πρὸς ζόφον, οἷον ὑπὲρ πάσας ἐσχάτην τετραμμένην πρὸς ἄρκτον· τοῦτο γὰρ βούλεται λέγειν τὸ πρὸς ζόφον, τὸ δʼ ἐναντίον πρὸς νότον
- οὐ γάρ τις νήσων εὐδείελος, οὐδʼ εὐλείμων,
- αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
[*](Hom. Od. 9.26) τὸ γὰρ ἄνευθε πόρρω καὶ χωρὶς ἔστιν, ὡς τῶν μὲν ἄλλων πρὸς νότον κεκλιμένων καὶ ἀπωτέρω τῆς ἠπείρου, τῆς δʼ Ἰθάκης ἐγγύθεν καὶ πρὸς ἄρκτον. ὅτι δʼ οὕτω λέγει τὸ νότιον μέρος καὶ ἐν τοῖσδε φανερόν
- αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε.
[*](Hom. Il. 12.239)καὶ ἔτι μᾶλλον ἐν τοῖσδε
- εἴτʼ ἐπὶ δεξίʼ ἴωσι, πρὸς ἠῶ τʼ ἠέλιόν τε,
- εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα
[*](Hom. Od. 10.190)ἔστι μὲν γὰρ δέξασθαι τὰ τέτταρα κλίματα τὴν ἠῶ δεχομένους τὸ νότιον μέρος, ἔχει τέ τινα τοῦτʼ ἔμφασιν· ἀλλὰ βέλτιον τὸ κατὰ τὴν πάροδον τοῦ ἡλίου νοεῖν ἀντιτιθέμενον τῷ ἀρκτικῷ μέρει· ἐξάλλαξιν γάρ τινα τῶν οὐρανίων πολλὴν βούλεται σημαίνειν ὁ λόγος, οὐχὶ ψιλὴν ἐπίκρυψιν τῶν κλιμάτων. δεῖ γὰρ κατὰ πάντα συννεφῆ καιρόν, ἄν θʼ ἡμέρας ἄν τε νύκτωρ συμβῇ, παρακολουθεῖν· τὰ δʼ οὐράνια ἐξαλλάττει ἐπὶ πλέον τῷ πρὸς μεσημβρίαν μᾶλλον ἢ ἧττον παραχωρεῖν ἡμᾶς ἢ εἰς τοὐναντίον. τοῦτο δὲ οὐ δύσεως καὶ ἀνατολῆς ἐγκαλύψεις ποιεῖ (καὶ γὰρ αἰθρίας οὔσης συμβαίνει), ἀλλὰ μεσημβρίας καὶ ἄρκτου. μάλιστα
- ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς,
- οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,
- οὐδʼ ὅπη ἀννεῖται.
τὴν δὲ Κεφαλληνίαν τετράπολιν οὖσαν οὔτʼ αὐτὴν εἴρηκε τῷ νῦν ὀνόματι οὔτε τῶν πόλεων οὐδεμίαν, πλὴν μιᾶς εἴτε Σάμης εἴτε Σάμου, ἣ νῦν μὲν οὐκέτʼ ἐστίν, ἴχνη δʼ αὐτῆς δείκνυται κατὰ μέσον τὸν πρὸς Ἰθάκῃ πορθμόν· οἱ δʼ ἀπʼ αὐτῆς Σαμαῖοι καλοῦνται· αἱ δʼ ἄλλαι καὶ νῦν εἰσὶν ἔτι μικραὶ πόλεις τινές, Παλεῖς Πρώνησος καὶ Κράνιοι. ἐφʼ ἡμῶν δὲ καὶ ἄλλην προσέκτισε Γάιος Ἀντώνιος, ὁ θεῖος Μάρκου Ἀντωνίου, ἡνίκα φυγὰς γενόμενος μετὰ τὴν ὑπατείαν, ἣν συνῆρξε Κικέρωνι τῷ ῥήτορι, ἐν τῇ Κεφαλληνίᾳ διέτριψε καὶ τὴν ὅλην νῆσον ὑπήκοον ἔσχεν ὡς ἴδιον κτῆμα· οὐκ ἔφθη μέντοι συνοικίσας, ἀλλὰ καθόδου τυχὼν πρὸς ἄλλοις μείζοσιν ὢν κατέλυσε τὸν βίον.
οὐκ ὤκνησαν δέ τινες τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ φάναι, οἱ δὲ τῇ Τάφῳ, καὶ Ταφίους τοὺς Κεφαλληνίους, τοὺς δʼ αὐτοὺς καὶ Τηλεβόας, καὶ τὸν Ἀμφιτρύωνα δεῦρο στρατεῦσαι μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος παραληφθέντος, κατασχόντα δὲ τὴν νῆσον παραδοῦναι τῷ Κεφάλῳ, καὶ ταύτην μὲν ἐπώνυμον ἐκείνου γενέσθαι τὰς δὲ πόλεις τῶν παίδων αὐτοῦ. ταῦτα δʼ οὐχ ὁμηρικά· οἱ μὲν γὰρ Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ καὶ Λαέρτῃ, ἡ δὲ Τάφος ὑπὸ τῷ Μέντῃ
[*](Hom. Od. 1.180) καλεῖται δὲ νῦν Ταφιὰς ἡ Τάφος. οὐδʼ Ἑλλάνικος ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων. τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ Ἐχινάδες, οἵ τε ἐνοικοῦντες Ἐπειοὶ ἐξ Ἤλιδος ἀφιγμένοι· διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον
- Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
p.642
[*](Hom. Il. 15.519)καλεῖ.
- Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν
[*](Hom. Il. 2.631)οὔτʼ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθʼ Ὅμηρον οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί· τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες[*](ante ὑπὸ· καὶ) ὑπὸ Ὀδυσσεῖ, οἱ δʼ ὑπὸ Μέγητι. οὐδὲ Παλεῖς Δουλίχιον ὑφʼ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης. μάλιστα δʼ ἐναντιοῦται Ὁμήρῳ ὁ τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ λέγων, εἴπερ τῶν μνηστήρων ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα ἦσαν, ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσιν. οὐ γὰρ τοῦτʼ ἂν εἴη λέγων, ἐξ ὅλης μὲν τόσους ἐκ δὲ μιᾶς τῶν τεττάρων παρὰ δύο τοὺς ἡμίσεις. εἰ δʼ ἄρα τοῦτο δώσει τις, ἐρησόμεθα τίς ἂν εἴη ἡ Σάμη, ὅταν οὕτω φῇ
- αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους.
[*](Hom. Od. 1.246)
- Δουλίχιόν τε Σάμην τʼ ἠδʼ ὑλήεντα Ζάκυνθον.
κεῖται δʼ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα (οἱ δὲ τετταράκοντά φασι) σταδίους, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα. αὐτὴ δʼ ἐστὶν ὡς τριακοσίων τὴν περίμετρον, μακρὰ δʼ ἀνήκουσα πρὸς εὖρον, ὀρεινή· μέγιστον δʼ ὄρος ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸς Αἰνησίου ἱερόν· καθʼ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσος, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθʼ ὑπερκλύζεσθαι πολλάκις ἐκ θαλάττης εἰς θάλατταν· πλησίον δʼ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖς.
μεταξὺ δὲ τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἡ Ἀστερία νησίον (Ἀστερὶς δʼ ὑπὸ τοῦ ποιητοῦ λέγεται) ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής
[*](Hom. Od. 4.846)ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπʼ αὐτῷ τῷ ἰσθμῷ κείμενον.
- λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
- ἀμφίδυμοι.