Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

προστιθέασι δὲ καὶ τὰς ἐκ τῶν μεταστάσεων

p.80
μεταβολὰς ἐπὶ πλέον τὴν ἀθαυμαστίαν ἡμῖν κατασκευάζειν ἐθέλοντες, ἣν ὑμνεῖ Δημόκριτος καὶ οἱ ἄλλοι φιλόσοφοι πάντες· παράκειται γὰρ τῷ ἀθαμβεῖ καὶ ἀταράχῳ καὶ ἀνεκπλήκτῳ. οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων (οὓς ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει, Κῦρος δὲ μᾶλλον καὶ τὰ ὄρη τὰ Μοσχικά), Αἰγυπτίων δʼ εἴς τε Αἰθίοπας καὶ Κόλχους, Ἑνετῶν δʼ ἐκ Παφλαγονίας ἐπὶ τὸν Ἀδρίαν. ἅπερ καὶ ἐπὶ τῶν Ἑλληνικῶν ἐθνῶν συνέβη, Ἰώνων καὶ Δωριέων καὶ Ἀχαιῶν καὶ Αἰολέων· καὶ Αἰνιᾶνες οἱ νῦν Αἰτωλοῖς ὅμοροι περὶ τὸ Δώτιον ᾤκουν καὶ τὴν Ὄσσαν μετὰ Περραιβῶν· καὶ αὐτοὶ δὲ Περραιβοὶ μετανάσται τινές. πλήρης δέ ἐστι τῶν τοιούτων παραδειγμάτων ἡ νῦν ἐνεστῶσα πραγματεία. τινὰ μὲν οὖν καὶ πρόχειρα τοῖς πολλοῖς ἐστιν· αἱ δὲ τῶν Καρῶν καὶ Τρηρῶν καὶ Τεύκρων μεταναστάσεις καὶ Γαλατῶν, ὁμοῦ δὲ καὶ τῶν ἡγεμόνων οἱ ἐπὶ πολὺ ἐκτοπισμοί, Μάδυός τε τοῦ Σκυθικοῦ καὶ Τεαρκὼ τοῦ Αἰθίοπος καὶ Κώβου τοῦ Τρηρὸς καὶ Σεσώστριος καὶ Ψαμμιτίχου τῶν Αἰγυπτίων καὶ Περσῶν τῶν ἀπὸ Κύρου μέχρι Ξέρξου οὐχ ὁμοίως ἐν ἑτοίμῳ πᾶσίν εἰσιν. οἵ τε Κιμμέριοι, οὓς καὶ Τρῆρας ὀνομάζουσιν, ἢ ἐκείνων τι ἔθνος, πολλάκις ἐπέδραμον τὰ δεξιὰ μέρη τοῦ Πόντου καὶ τὰ συνεχῆ αὐτοῖς, τοτὲ μὲν ἐπὶ Παφλαγόνας τοτὲ δὲ καὶ Φρύγας ἐμβαλόντες, ἡνίκα Μίδαν αἷμα ταύρου πιόντα φασὶν ἀπελθεῖν εἰς τὸ χρεών. Λύγδαμις δὲ τοὺς αὑτοῦ ἄγων μέχρι Λυδίας καὶ Ἰωνίας ἤλασε καὶ Σάρδεις εἷλεν, ἐν Κιλικίᾳ δὲ διεφθάρη. πολλάκις δὲ καὶ οἱ Κιμμέριοι καὶ οἱ Τρῆρες ἐποιήσαντο τὰς τοιαύτας ἐφόδους· τοὺς δὲ Τρῆρας καὶ Κῶβον ὑπὸ Μάδυος τὸ τελευταῖον ἐξελαθῆναί φασι τοῦ τῶν Σκυθῶν βασιλέως. ταῦτα μὲν
p.81
εἰρήσθω πρὸς ἅπασαν κοινῇ τὴν περίοδον τῆς γῆς ἔχοντα οἰκείαν ἱστορίαν.

Ἐπάνιμεν δʼ ἐπὶ τὰ ἑξῆς ἀφʼ ὧν παρέβημεν. τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος, μηδὲ γὰρ ὑπερνοτίους, γελοίαν φησὶν εἶναι τὴν ἀπόδειξιν καὶ ὁμοίαν ὁ Ἐρατοσθένης τῷ σοφίσματι τούτῳ, εἴ τις λέγοι μηδένας εἶναι ἐπιχαιρεκάκους, μηδὲ γὰρ ἐπιχαιραγάθους. κατὰ τύχην τε εἶναι καὶ ὑπερνοτίους· κατὰ γοῦν τὴν Αἰθιοπίαν μὴ πνεῖν νότον, ἀλλὰ κατωτέρω. θαυμαστὸν δʼ εἰ καθʼ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου, ἔστι τις οἴκησις ἐν ᾗ τοῦτο μὴ συμβαίνει. τοὐναντίον γὰρ οὐ μόνον Αἰθιοπία ἔχοι ἂν τὸν καθʼ ἡμᾶς νότον, ἀλλὰ καὶ ἡ ἀνωτέρω πᾶσα μέχρι τοῦ ἰσημερινοῦ. εἰ δʼ ἄρα, τοῦ Ἡροδότου τοῦτʼ ἐχρῆν αἰτιᾶσθαι, ὅτι τοὺς ὑπερβορείους τούτους ὑπέλαβε λέγεσθαι, παρʼ οἷς ὁ βορέας οὐ πνεῖ. καὶ γὰρ εἰ οἱ ποιηταὶ μυθικώτερον οὕτω φασίν, οἵ γʼ ἐξηγούμενοι τὸ ὑγιὲς ἂν ἀκούσαιεν, ὑπερβορείους τοὺς βορειοτάτους λέγεσθαι. ὅρος δὲ τῶν μὲν βορείων ὁ πόλος, τῶν δὲ νοτίων ὁ ἰσημερινός· καὶ τῶν ἀνέμων δʼ ὁ αὐτὸς ὅρος.

̔εξῆς δὲ λέγει πρὸς τοὺς φανερῶς πεπλασμένα καὶ ἀδύνατα λέγοντας, τὰ μὲν ἐν μύθου σχήματι τὰ δʼ ἱστορίας, περὶ ὧν οὐκ ἄξιον μεμνῆσθαι· οὐδʼ ἐκεῖνον ἐχρῆν ἐν ὑποθέσει τοιαύτῃ φλυάρους ἐπισκοπεῖν.