Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Διογενιανοῦ περὶ παροιμιῶν. Τὴν παροιμίαν ὀνομάζεσθαί φασί τινες ἀπὸ τῶν οἴμων· οὕτω δὲ αἱ ὁδοὶ ἐκαλοῦντο. Οἱ δ’ ἄνθρωποι, ὅσα κοινωφελῆ εὕρισκον, ταῦτα κατὰ λεωφόρους ὁδοὺς ἀνέγραφον ὑπὲρ τοῦ πλείονας ἐντυγχάνοντας τῆς ὠφελείας μεταλαμβάνειν· οὕτω καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα γνωθῆναί φασι, καὶ τὰ Πυθαγορικὰ παραγγέλματα.

Ἔνιοι δέ φασι προρηγορεῦσθαι τὰς παροιμίας ἀπὸ τοῦ ὅμοιόν τι ἐφ’ οἷς λέγονται δηλοῦν παροιμίας τυγχανούσας. Ἔστι δὲ ἡ παροιμία τρόπος καὶ τῆς καλουμένης ἀλληγορίας· παράκειται δὲ αὐτῇ λόγος αἶνος Αἰσώπειος, Καρικὸς αἶνος, Συβαριτικὸς λόγος, Κύπριος, Λιβυκὸς αἶνος, Μαισωνικὴ παροιμία· μάρσιπος. Αἶνος μὲν οὖν ἐστὶ κατ’ ἀνάπλασιν μυθικὴν ἀναφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν ἐπὶ ἀνθρώπων παραίνεσιν. Καὶ ἀπὸ ζώων μὲν, ὡς παρ’ Ἀρχιλόχῳ,
Αἶνός τις ἀνθρώπων ὅδε Ὡς ἆρ’ ἀλώπηξ κἀετὸς ξυνωνίην Ἔμιξαν.
ἀπὸ δὲ φυτῶν,
Ἄκουε δὴ τὸν αἶνον· ἔγ κοτε Τμώλῳ
Δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθαι.
Εἰκὸς δὲ καταχρηστικώτερον παρ’ Ὁμήρῳ αἶνος, ὁ μηδετέρου τούτων μετέχων, ὅτε ἐνδεικνυμένου Ὀδυσσέως χλαίνης ὡς χρῄζει ὁ Εὔμαιός φησιν,
Ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας.
Οἱ δ’ ἄλλοι τῶν κατειλεγμένων ὀνόματι μὲν διαφέρειν, δυνάμει δ’ εἰσὶν ἐμφερεῖς. Αἰσώπειος μὲν γὰρ λέγεται ὁ ἀπὸ ἀνδρὸς Αἰσώπου πλεονάσαντος ἐν τῷ τοιούτῳ εἴδει τοῦ μύθου, οὐχ εὑρόντος, ὡς ἐν ποιητικῇ μέτρον Ἀρχεβούλειον ἢ καὶ Ἀριστοφάνειον, ἃ λέγεται οὐχ εὑρημένα ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ παρὰ τούτοις κατακορέστερον ἐν τῇ ποιήσει τεταγμένα. Καρικὸς δὲ αἶνος λέγεται, ὃν ἀναφέρουσιν εἰς γένει Κᾶρα ἄνδρα· τοῦτον γὰρ ἁλιέα τυγχάνοντα χειμῶνος θεασάμενον πολύποδα εἰπεῖν· » Εἰ μὲν ἀποδὺς κολυμβήσαιμι ἐπ’ αὐτὸν ῥιγώσω, ἐὰν δὲ μὴ λάβω τὸν πολύποδα, τῷ λιμῷ τὰ παιδί’ ἀπολῶ. « Κέχρηται δὲ τῷ λόγῳ τούτῳ καὶ Τιμοκρέων ἐν μέλεσι, καὶ Σιμωνίδης δ’ αὐτοῦ μνημονεύει ἐν τῷ εἰς Ὄριλλαν Ἐπινικίῳ. Ὁ Συβαριτικὸς δὲ λέγεται εἶναι τοιοῦτος ὁποῖον Ἀριστοφάνης ἐν Σφηξὶν, ὡς ἀνδρὶ Συβαρίτῃ ἀπείρῳ ἱππικῆς ἐφ’ ἅρμα ἀναβάντι συνέβη κατενεχθέντι συντριβῆναι, φίλον δ’ αὐτῷ παρόντα φάναι τὸ
ἕρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
Ὁ δὲ Κύπριος προςηγόρευται διὰ τὸ παρὰ Κυπρίοις λέγεσθαι ὡς ἐπιχώριος. Κέχρηται δὲ καὶ τούτῳ Τιμοκρέων ἐμφαίνων ὡς οἱ ἄδικα πράσσοντες καὶ ἐς ὕστερον τῶν προςηκόντων τυγχάνουσι. Καὶ γὰρ τῷ Ἀδώνιδι ἐν Κύπρῳ τιμηθέντι ὑπὸ τῆς Ἀφροδίτης μετὰ τὴν τελευτὴν οἱ Κύπριοι ζώσας ἐνίεσαν περιστερὰς, αἱ δ’ ἀποπτᾶσαι καὶ διαφυγοῦσαι αὖθις ἀδοκήτως εἰς ἄλλην ἐμπεσοῦσαι πυρὰν διεφθάρησαν. Λιβυκὸς δὲ αἶνος ἀπὸ τοῦ ἔθνους εἰρῆσθαι λέγεται, ἀπὸ Λίβυός τινος· οἱ δὲ Κύβισαν εὑρέτην γενέσθαι τοῦ εἴδους τούτου, ὡς Αἰσχύλος διασαφεῖ,
ὧδ’ ἐστὶ μύθων τῶν Λιβυκῶν τὸ κλέος.