Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀδυνάτων.

Ὑπὲρ τὰ Καλλικράτους: πλούσιος οὗτος ἦν ἐν Κορίνθῳ. Εἴποτε οὖν ἐθαύμαζόν τινα ἐπὶ πλούτῳ, τοῦτο ἔλεγον.

Ὑπερβερεταῖος: ἐπὶ τῶν ὑπερχρονίων· ὁ γὰρ τελευταῖος μήν ἐστιν οὗτος.

Ὗς ὀρίνει: ἐπὶ τῶν βιαίων λέγεται καὶ ἐριστικῶν.

Φαλάριδος ἀρχαί: ἐπὶ τῶν ὠμῶς τῇ ἐξουσίᾳ χρωμένων.

Φώκου ἔρανος: ἐπὶ τῶν εὐωχίας συνταττόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, ἀνεβάλλετο τὸν γάμον· ἐφ’ ᾧ ὀργισθέντες οἱ μνηστῆρες, ἀπέκτειναν αὐτόν.

Φοινίκων συνθήκαι: ἐπὶ τῶν πανούργων.

Χάρωνος θύρα: δι’ ἧς οἱ κατάδικοι ἐπὶ τὸ θανεῖν ἐξήρχοντο.

Χθόνια λουτρά: τὰ τῶν νεκρῶν.

Χαῖρε φίλον φῶς: γραῦς ἐθέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥακίωσιν τοῦ σώματος ἐλέγχῃ τοῦτο εἶπε.

Ψεκάς: ἡ δρόσος. Οὕτως ἐκαλεῖτο Ἀντίμαχος πτυελώδης ὤν. Οὗτος δὲ μελῶν ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο, διότι προςέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. Ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος.

Ὡι τὸ ἱερὸν πῦρ οὐκ ἔστι φυσῆσαι ὡς μὴ καθαρεύοντι:

Ὥςπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: λέγεται ἐπὶ τούτων, οἳ τοῖς ἑαυτῶν ἔργοις ἢ τέχνῃ χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἐν ὅπλοις ὄντες ἐξενίζοντο.

Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων.

Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ.

Ὥπερ παῖδα φιλοῦσιν ἐρασταῖ: ἐπὶ τῶν ἐρωτικῶς διακειμένων.

Οἴκοι τὰ Μιλήσια: ἐπὶ τῶν ὅποι μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν· εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια. Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προ χείρως πολλὰ ἐπηγγείλατο. Ὀπισαμβώ: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων ἀεί· παρὰ τὸ ὀπίσω βαίνειν.
Εὐδαίμων ὁ Κορίνθιος **: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου ** κατάφυτος· ὡς τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν. Τυδεὺς ἐκ συφορβίου: ἐπὶ τῶν ἀπαιδεύτων. Οἰνεὺς τὴν θυγατέρα Ἱππονόου Περίβοιαν ἐβιάσατο· γνοὺς δὲ αὐτὴν ἔγκυον οὖσαν ὁ πατὴρ συφορβοῖς παρέδωκε μετὰ τοῦ γενομένου παιδίου Τυδέως. Κλειτοριάζεις: ἐπὶ τῶν παιδεραστούντων. Τί σοι ὁ Ἀπόλλων ἐκιθάρισεν; ἤγουν, τί ἐμαντεύσατο; Κεστρεὺς νηστεύει: ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἐπιφερομένων. ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας, ἐσθίων ἰλύν. Βοιωτοῖς μαντεύσειας: αὕτη κατάρα τίς ἐστί. μαντευομένοις γὰρ τοῖς Θηβαίοις περὶ πολέμου ἀνεῖλεν ἡ Πυθία νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι· εἷς δὲ τῶν θεωρῶν ἁρπάσας τὴν προφῆτιν Μυρτίλαν ἐνέβαλεν εἰς θέρμοῦ παρακείμενον λέβητα. ἄλλοι φασὶ, Θηβαίοις πολεμοῦσι Βόμβρος μάντις πλείους ἔφη νικήσεσθαι, εἰ προθύσαιεν
τῶν ἡγεμόνων ἕνα· οἱ δὲ ἀποκτείναντες τὸν Βόμβρον ἐνίκησαν. Πλείους τῶν Καλλικυρίων: Καλλικυρίων ποτὲ πλῆθος ἐπῴκησε τὰς Συρακούσας οὕτω πολλοὶ, ὥςτε καὶ τοὺς προτέρους οἰκήτορας ἐκβαλεῖν. Κέλμις ἐν σιδήρῳ: ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυρχείρωτοι πεφύκασι. Κέλμις γάρ τις ἐν Ἴδῃ στεῤῥότατον σίδηρον ἐργαζόμενος.