Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Πολλὰ κενὰ τοῦ πολέμου: ἤτοι διὰ τὸ πολλὰ καθ’ ὑπόνοιαν φέρειν· ἢ ὅτι Λακεδαιμόνιοι κεναῖς σφενδόναις καὶ νευραῖς ἐψόφουν πρὸς ἔκπληξιν τῶν πολεμίων.

Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπε: δήλη ἡ παροιμία.

Πῦρ. ἐπὶ δαλὸν ἐλθόν: ἐπὶ τῶν ταχέως γινο μένων. Ἀπὸ τοῦ Κύκλωπος ἡ μεταφορά.

Πῦρ ὑπ’ ἀκάνθαις:

** Ἑλίξας δὲ † μὲν κεῖται: ἐπὶ τῶν πα νουργοτέρων.

Πρὸς κέντρα λακτίξεις: δήλη ἡ παροιμία.

Πέμπε εἰς ἔσχατον τὴν ἐπιστήμην:

Πολλοί τοι ναρθηκοφόροι, παῦροι δὲ τε

Βάκχοι: ἐπὶ τῶν προςποιητῶς τι πραττόντων. Ὁμοία τῇ, Πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀροτῆρες.

Προφάσεως δεῖται μόνον ἡ πονηρία:

Παρθένος τὰ πατρώα: ἐπὶ τῶν καταχαριζομένων τὰ πατρῶα εἴῳθε λέγεσθαι.

Πρὸ τούτου σε ᾤμην κέρατα ἔχειν: ἐπὶ τῶν ἀνδρείας ὑπόληψν ἐχόντων.

Πάρες τὸν μάντιν: ἔθος ἦν πρὸ τῆς φάλαγγος ὁδεύειν τὸν μάντιν ἐστεμμένον. Παρεγγυᾷ οὖν τούτου φείδεσθαι.

Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται: ἐπὶ τῶν πενήτων τῶν δι’ ἀπορίαν τροφῆς ὑπνούντων. Ἀλώπεκα δὲ εἶπε, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν.

Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους: ἐπὶ τῶν ἐκφοβούντων οὐ δεόντως.

Πρὶν τοὺς ἰχθῦς ἑλεῖν, τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν πρὸ πολλοῦ παρασκευαζομένων.

Πίθηκος ἐν πορφύρᾳ: οἱ φαῦλοι κἂν καλοῖς περιβληθῶσιν, ὅμως διαφαίνονται πονηροί.

Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστε– ρος, ἢ ὁ τὸ κόσκινον ὑποτιθείς; εἴποις, ὁ τὸν τράγον:

Ῥόδιοι τὴν θυσίαν; ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς βλασφημούντων.

Ῥιγοῖ κακῶς ἀριστήσας: ἐπὶ τῶν [προφασιζομένων καὶ] μετὰ τὴν ἀνά[παυσιν] οὐχ ἡδέως ἐρχομένων ἐπὶ τὰ ἔργα.

Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον.