Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ὄνου σκιά: ἐπὶ τῶν μηδενὶ χρησίμῳ φιλοτιμουμένων καὶ φιλονεικούντων. Ἐμισθώσατο γάρ τις τὸν ὄνον· καύματος δὲ γενομένου ὑπὸ τὴν ὄνου σκιὰν ὑπέδυ· ὁ δὲ ἐμάχετο, Ὄνον σοι, λέγων, ἐμισθωσάμην, οὐχὶ σκιάν.

Οὐδ’ Ἡρακλῆς πρὸς δύο: φανερόν. Ἡ ἱστορία αὕτη· Προςπεσεῖν τῷ Ἡρακλεῖ ἐκ λόχου οἱ Μολιονίδαι, αὐτὸς φοβηθεὶς ἔφυγε.

Οὐκ ἐπιγλωττήσομαι: Ἀριστοφάνης, οὐ βλασ φημήσω.

Οὐ μάλα κυκᾷς: ἐπὶ τῶν μηδὲν ὄντων.

Οἱ Κρῆτες τὴν θυσίαν: ἐπὶ τῶν ταρασσόντων τοὺς θύοντας καὶ περικοπτόντων. Τοιοῦτον γάρ τι συνέβη τῷ Ἀγαμέμνονι παρὰ τῶν Κρητῶν θύοντι.

Ὁ Σικελὸς τὴν θάλασσαν: Σικελός τις σῦκα ἄγων ἐναυάγει· εἶθ’ ὁρῶν τὴν θάλατταν ἀγριουμένην ἐπὶ πέτρας καθήμενος, Οἶδα, φησὶν, ὃ θέλεις· σῦκα θέλεις.

Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τόποι τινὲς δύςβατοι. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων λέγεται.

Οὔθ’ ὕεται, οὔτε ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάσης καθεστώτων φροντίδος.

Οὐκ ἔστ’ ἐμὸν τὸ πρᾶγμα, πολλὰ χαιρέτω: ἐπὶ τῶν ἀπραγμόνων.

Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: ἐπὶ τῶν παρ’ ὧν οὐκ ἤλπισαν σωζομένων.

Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων.

Ὁ Σκύθης ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀποπτυόντων αὐτό. Διὸ καὶ Πίνδαρος·

Ἀτιζόμενοι Σκύθαι νεκρὸν ἵππον λόγῳ,
κρύφα δὲ σκολιοῖς γάνυσιν ἀναδέρουσι πόδας.

Οὐδὲν ἱερὸν εἶ: ἰδὼν τὸν Ἄδωνιν τοῦτό φησιν Ἡρακλῆς. Εἴρηται οὖν ἐπὶ τῶν ἀχρήστων.

Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις: ἐπὶ τῶν ἀπαιδεύτων. Ὁμοία τῇ, Ἀμουσότερος Λειβη θρίων.

Οὐδὲ πυρφόρος ἐλείφθη: πάσης πολεμικῆς παρατάξεως ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδους καὶ στέμματα ** καὶ νόμος τούτου μόνου φείδεσθαι τοὺς πολεμίους. Ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων ἡ παροιμία τάττεται.

Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσθ’ ὁ πλοῖς: ἡ Κόρινθος πολλὰς εἶχεν ἑταίρας, αἳ τοὺς ἀφικνουμένους ἐδασμολόγουν.

Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμου: ἐπὶ τῶν τρυφᾶν βουλομένων.

Οὐδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ μὴ προςήκοντα φλυαρούντων. Πρῶτον γὰρ τὰ Διονύσου ᾄδοντες οἱ ποιηταὶ, ὕστερον κατεφρόνουν. Οἱ οὖν τοῦ Διονύσου ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσον.

Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυςανασχετούντων. Ἐπὶ τοῦ Κύκλωπος καὶ τοῦ Ὀδυσσέως.

Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς ποιούντων, ὡς πελαγοδρομούντων διὰ τὰς τῶν ἀστέρων σημειώσεις.