Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Μηδέποτε [εὖ] ἕρδειν γέροντα, μηδὲ γυναῖκα, μηδὲ παῖδα βάσκανον, μηδὲ κύνα τινὸς, μηδὲ λάλον κωπηλάτην: παραινεῖ μὴ εἰς ἄχρηστα ἀναλίσκειν.

Μικρὸν κακὸν, μέγα ἀγαθόν: πολλάκις μικρὸς πόνος καὶ κακόν τι δοκοῦν μεγάλων γίνεται πρόξενον καλῶν.

Μήλῳ βάλλειν: ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς.

Μικρὸς ἀεὶ ὁ σὸς πῶλος: ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίας νεάζειν λεγόντων.

Μία μάστιξ ἐλαύνει: ἐπὶ τοῦ ῥᾳδίου.

Μυὸς ὄλεθρος: διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν μελῶν θνήσκειν αὐτούς. Εἴρηται δὲ ἐπὶ τῶν ἀπράκτως ἀποθανόντων.

Μηδὲ κάρφος κινεῖν: ἐπὶ τῶν ἡσύχων.

Μὴ τὴν τέφραν φεύγων εἰς τὴν ἀνθρακιὰν ἐμπέσῃς:

Μήτ’ ἄκανθα ἀμύξῃ: λείπει, τοὺς ἀγαθούς.

Μὴ πρὸς ἐμὲ τὰ ποικίλα: τουτέστι, μὴ τὰς τέχνας κατὰ τῶν φίλων.

Μὴ μέγα λέγε: μὴ μεγαλοῤῥημόνει.

Μὴ πῦρ ἐπὶ πῦρ: ἀνθρακεὺς ἐμπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. Ἐπὶ δὲ τῶν κακοῖς συνεχέστερον περιπιπτόντων.

Μὴ μάχαιραν αἶρε θῆλυ: ἐπὶ τῶν ἀδυνάτων βοηθεῖν.

Μίδας ὄνου ὦτα: ὅτι ὠτακουστὰς εἶχεν. Οἱ δὲ χωρίον αὐτοῦ φασιν οὕτω καλεῖσθαι, ὑπ’ αὐτοῦ ληφθὲν, ἀνάλωτον.

Μωμήσεταί τις μᾶλλον, ἢ μιμήσεται: ὅτι ῥᾳότερον τὸ ψέγειν.

Νῷ πείθου: Ὁμοία τῇ, Πείθου θεῷ.

Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα, μηδὲ σύκινα, μηδὲ μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται.

Νόμος καὶ χώρα: δῆλον.

Ναῦς παλαιὰ πόντῳ οὐχὶ πλωσίμη: ἐπὶ τῶν μηδὲν συντελούντων.

Ναῦς ἱκετεύει πέτρας: ἐπὶ τῶν ἀδυςωπήτων. Ὡς τὸ, Ἀνδριάντι πρεσβεύσομεν.