Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Κουρήτων στόμα: ἐπὶ τῶν μαντεύεσθαι ὑπισχνουμένων. Τοιοῦτοι γὰρ οὗτοι.

Κριὸς ἀσελγόκερως: ἐπὶ τῶν μεγάλων καὶ ἀσελγῶν.

Κριὸς τὰ τροφεῖα: ἐπὶ τῶν ἀχαρίστων· ἡ δὲ ἱστορία δήλη.

Κρονικαὶ λῆμαι: ὁμοία τῇ, Χύτραις λημᾷς καὶ κολοκύνταις.

Κρόνου πυγή: τὸ ἀρχαῖον καὶ ἀναίσθητον κρέας.

Κρωβύλου ζεῦγος: ἐπὶ τῶν ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένων. Ἀπὸ Κρωβύλου τινὸς πορνοβόσκου, δύο ἔχοντος ἑταίρας.

Κυζικηνοὶ στατῆρες: ἐπὶ τῶν εὖ κεχαραγμένων στατήρων. Διαβόητοι γὰρ οὗτοι· ὁμοία τῇ· Λύκος περὶ φρέαρ χορεύει.

Κύων παρ’ ἐντέροις: ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν προκειμένων.

Κύδος: λοιδορία· κυδάζειν τὸ λοιδορεῖν.

Κύων ἐπὶ δεσμά: ἐπὶ τῶν ἑαυτοὺς εἰς δεσμὰ ἐμβαλλόντων.

Κωδάλου χοῖνιξ: ἐπὶ τῶν μεγάλοις μέτροις κεχρημένων.

Κῷος πρὸς Χῖον: ὅταν ἐλάττονα πρὸς μείζονά τις παραβάλλῃ.

Καύνιος ἔρως: ἐπὶ τῶν μὴ κατορθουμένων· ἐπιθυμιῶν. Καύνου γὰρ ἐρασθεῖσα ἢ ἀδελφὴ καὶ μὴ τυχοῦσα τοῦ ἔρωτος, ἀνεῖλεν ἑαυτήν.

Κύρβεις κακῶν: ἐπὶ πλήθους κακῶν. Κύρβις γὰρ ξύλα τινὰ πινακοειδῆ, ὅπου τοὺς νόμους ἔγραφον.

Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν ἀπὸ καλοῦ πρά γματος ἀπολειπομένων.

Κακὴ πρόδοσις: ἐπὶ τῶν μετὰ τὴν μίξιν τὸν συγκείμενον μισθὸν κομιζομένων.

Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν: Ἀθηναῖοι νικηθέντες ἀπώλοντο· Φίλιππος νικήσας ὑπὸ Παυσανίου ἀνῃρέθη.

Κοινὰ τῶν φίλων: δήλη.

Κλειτοριάζειν. ἐπὶ τῶν παιδεραστῶν τινές φασιν· ἢ ἐπὶ τῶν γυναιξὶν ἀκολάστων.

Κακὰ μὲν θρίπες, κακὰ δ’ ἶπες: ἐπὶ τῶν ἑκατέρως βλαπτικῶν.