Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηνῶν, πολλὰ προχείρως ἐπαγγελλόμενος.

Ἄριστα χωλὸς οἰφεῖ: φασὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γεννωμένους ἄῤῥενας ἐπήρουν. Ὅθεν πολεμοῦντες αὐταῖς οἱ Σκύθαι, καὶ βουλόμενοι αὐτὰς ἐξαπατῆσαι, ἔλεγον ὅτι συνέσονται αὐταῖς εἰς γάμον ἀπήρωτοι καὶ οὐ λελωβημένοι, ὡς τῶν ἐκείνων ἀνδρῶν λελωβημένων ὄν των. Ἐξ ὧν ἀποκριθεῖσα ἡ ἡγεμὼν τῶν Ἀμαζόνων, Ἄριστα, φησὶ, χωλὸς οἰφεῖ, ἀντὶ τοῦ συνουσιάζει.

Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.

Ἀκκίζεσθαι: Ἀκκὼ γυνή τις ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥτις ἐςοπτριζομένη τῇ οἰκείᾳ σκιᾷ ὡς ἑτέρᾳ διελέγετο.

Ἄκουε τοῦ τέτταρα ἔχοντος ὦτα: ἐπὶ τῶν πολλὰ εἰδότων καὶ πολλὰ ἀκουόντων· τὸν γὰρ Ἀπόλλωνα Λακεδαιμόνιοι τετράωτον ἵδρυσαν.

Ἀκίνητα κινεῖς: ὅτι οὐ δεῖ κινεῖν, οὐ βωμοὺς, οὐ τάφους.

Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα: ἐπὶ τῶν θαύματος ἀξίων· οὗτοι γὰρ τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν.

Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων. Ὅμοιον, Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι.

Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἀκέφαλον ἑκὼν καταλίποιμι μῦθον.

Ἄκρῳ ἅψασθαι δακτύλῳ; ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων.

Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: δήλη ἡ παροιμία. Φίλοι γὰρ ἐκ τούτων γινόμεθα.

Ἅλμη οὐκ ἔνεστιν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς καὶ ἀναρτύτου.

Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων.

Ἀλλ’ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τὰς ἐπινοίας: ὅτι οὐ δεῖ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι. Οἱ γὰρ τὰ ἱερεῖα προςάγοντες οὔκουν μετὰ τὸ καλλιερῆσαι βουλεύονται.

Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: λείπει τὸ, ἁλώσεται. Ἐπὶ τῶν πονηρῶν δέ.

Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων, ἀλλ’ ἐριζόντων τοῖς κρείττοσιν.

Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους.

Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων.

Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.

Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: οἱ μὲν γὰρ λάλοι, οἱ δὲ φάγοι.