Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀεὶ κολοιὸς πρὸς κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Συνδυαστικὰ γὰρ καὶ συναγελαστικὰ τὰ ζῶα.

Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα βελτίονα δίαιταν μεταβαλλομένων. Τῶν γὰρ βαλάνων οἱ παλαιοὶ παυσάμενοι μετεῖχον σίτου καὶ οἴνου.

Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν καὶ κραταιῶν ἡ παροιμία.

Ἀμαλθείας κέρας: ἐπὶ τῶν πάντα τὰ καλὰ ἐν ἑαυτοῖς κεκτημένων. Ῥέα γὰρ τεκοῦσα τὸν Δία, ἔδωκεν Ἀμαλθείᾳ τρέφειν, διὰ τὸ μὴ ὑπὸ Κρόνου καταβρωθῆναι τοῦ ἰδίου πατρός. Ἡ δὲ αἰγὶ αὐτὸν ὑπέβαλεν. Ὁ τοίνυν Ζεὺς μετὰ τὸ κατάξαι τῶν οὐρανῶν τὸν πατέρα, ἐγκρατὴς γενόμενος τῆς βασιλείας, τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίνεσθαι αὐτῇ διὰ τοῦ κέρατος ὃ ἂν αἰτήσοι.

Ἀετὸν ἵπτασθαι διδάσκεις: φανερὰ ἡ παροιμία, Ὅμοιον, Δελφῖνα νήχεσθαι διδάσκεις. Καὶ, Ἵππον εἰς πεδίον. Ταχύτερος γάρ ἐστιν ἐν προςομάλῳ τόπῳ.

Ἀττικὸς εἰς λιμένα: ἐπὶ τῶν μετὰ σπουδῆς ὃ ἐπίστανται ποιούντων. Οἱ γὰρ Ἀττικοὶ μέλλοντες ἀπαίρειν πρὸς μάχην καὶ τοῦ λιμένος ἐξιόντες, μετὰ σφοδρότητος ἤλαυνον πρὸς ἐπίδειξιν τῶν οἰκείων ὁρώντων.

Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυςαλώτων· οὐ γὰρ ἁλίσκεται ἀετὸς ἐν νεφέλαις.

Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν προςεξευρισκόντων ἀεὶ νεώτερόν τι κακὸν καὶ κακούργων.

Ἀμνία θερίζειν: ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. Ὅταν γὰρ ἀμνία ᾖ, οὐκ ἀποκείρεται.

Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν: ἐπὶ τῶν καταφρονούντων τινῶν. Ὅμοια,

Πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκοα· Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται· Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσεις.

Ἀετὸς θρίπας ὁρῶν; ἐπὶ τῶν ἀφροντιστούντων τῶν μικρῶν.

Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων.

Ἀνδραποδώδης θρίξ: ἐπὶ τῶν ἠλιθίων· Πλά τῶν· Ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑπ’ ἀμουσίας.

Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.

Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. Κροῖσος γὰρ ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον.

Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ τῶν βελτιόνων.

Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ.

Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία: ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων.

Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: δήλη ἡ λύσις.

Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροςδοκήτως ὑφ’ ἑτέρων σωζομένων.