Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Δάμαλίς τις βοῦν ταλανίζουσα ἔφη. Ὤ πόσα κάμνεις καὶ ταλαιπωρεῖς λίαν. Ὁ δὲ βοῦς τοῦτο ἀκούων ἐσιώπα. Ἐπεὶ δ᾽ ἑορτὴ κατείληφεν, αὐτίκα ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας· ἡ δὲ δάμαλις κρατηθεῖσ᾽ ἐδεσμεύθη καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι. Οἱ βοῦς δ᾽ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐβόων· Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν.

῞Οτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.

Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἔφη· Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα.

[῞Οτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.