Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ, ὡς πολλὰ παραινῶν οὐκ ἡδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι. καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν. Ἐπειδὴ δὲ κατὰ πᾶν βιαζόμενοι οὐκ ἠδύναντο,

ἐκ δευτέρου λύσας τὴν δέσμην, ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου. Τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· Ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.

Ὁ λόγος δηλοῖ ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσὸν εὐκαταγώνιστος ἡ στάσις.

Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. Ἔγνω οὖν διὰ πραγμάτων αὐτοὺς πεῖσαι. Καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάβδους αὐτῷ κομίσαι. Ἐνεχθεισῶν δὲ τῶν ῥάβδων, λαβὼν ταύτας, ἐποίησεν αὐτὰς δέσμην μίαν, καὶ ἐκέλευσεν τοὺς παῖδας ἕνα ἕκαστον λαβεῖν τὴν δέσμην καὶ συνθλάσαι. Οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ῞Υστερον δὲ λύσας αὐτὰς ἔδωκεν ἀνὰ μίαν κλάσαι. Oἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. Τότε λέγει αὐτοῖς ὁ πατὴρ

αὐτῶν· Οὕτω καὶ ὑμεῖς, ὧ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι.

Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις.