Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. Ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· Ἀλλʼ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν

ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.

Οὕτως καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἳ διʼ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.

Ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη ᾗδε κατὰ τὸ σύνηθες. ἱέραξ δὲ αὐτὴν θεασάμενος, ἀπορῶν τροφῆς, ἐπιπτὰς ἀνελάβετο αὐτήν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρακος πληρῶσαι γαστέρα· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Ὑπολαβὼν δὲ ὁ ἱέραξ ἔφη· Ἀλλ᾽ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες διʼ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται.

Ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾗδεν. Ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. Ἡ δʼ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαβὼν εἶπεν· Ἀλλ᾽ ἔγωγε ἄφρων ἄν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι.

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οὕτως ἀλόγιστοί εἰσιν οἱ διʼ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.