Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.

Ὁ λόγος εἴρηται πρὸς τοῦς ἐν φιλονεικίαις ἑαυτοῦς καταβλάπτοντας.

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον καὶ εὑροῦσα τὴν ῥίνην εἰς τὸ μέσον κειμένην, ταύτην κατεμασᾶτο καὶ ἀνέλειχε. ᾶκτριβομένης δὲ τῆς γλώσσης αὐτῇ, ὥστε καὶ αἷμα φέρεσθαι, ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, καὶ ἐπέμενε λοιπόν, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.

Πρὸς τοὺς ἐν φιλονεικίαις αὑτοὺς μᾶλλον ἡ τοὺς πέλας καταναλίσκοντας.

Γαλῆ εἰς ἐργαστήριον εἰσελθοῦσα χαλκέως τὴν ἐκεῖ κειμένην περιέλειχε ῥίνην. Ξυομένης δὲ τῆς γλώσσης, αἷμα πολὺ ἐφέρετο Ἡ δὲ ἥδετο, νομίζουσά τι τοῦ σιδήρου ἀφαιρεῖν, ἄχρις οὖ παντελῶς πᾶσαν τὴν γλῶσσαν ἀνήλωσεν.

Ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας. 5

Χαλκέως τινὸς οἶκον αἴλουρος εἰσελθοῦσα καὶ τὰ ἐκείνου πάντα ἐργαλεῖα ἐρευνήσασα, ἐνέτυχε καὶ τῇ αὐτοῦ ῥίνῃ Ἀναλείξασα δὲ ταύτην τῇ γλώσσῃ ἡδέως ἔλειχε. Ἔξερχομένου δὲ ἐκ τῆς γλώττης αὐτῆς αἶματος, ἡδύνετο αὐτὴ. καὶ οὐκ ιἠσθάνετο, ἕως οὗ ἐφθάρη ἡ γλῶσσα αὐτῆς.

Ὁ μῦθος δηλοῖ ὅτι καὶ θνιήσκοντες οἱ φιλόνεικοι οὐκ αἰσθάνονται.