Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ᾽ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.

Γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποιήσατο αὐτὴν εἰς κόρην εὐειδῆ. Ἐρασθεὶς οὖν ὁ νεανίσκος τοῦ κάλλους αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ. Καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἀναστᾶσα ἀπὸ τῆς κοίτης, τὸν μῦν κατεδίωκε, καταφαγεῖν ἐθέλουσα. Ἀγανακτήσασα δὲ ἡ θεὸς πάλιν αὐτὴν εἰς τὴν ἰδίαν φύσιν ἀποκατέστησεν.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐκ ἀλλάσσουσι.

Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ ἐρασθῆναι αὐτῆς καὶ τὸν ἄνδρα ἐκεῖνον ὃ δὴ καὶ ἔπραξεν ἡ θεά. Ἔτι δὲ τοῦ γάμου ὄντος, μῦς διέδραμεν ἐν τῷ μέσῳ. δὲ τὰ νυμφικὰ ῥίψασα καὶ τῇ φύσει ἀκολουθήσασα τὸν μῦν κατεδίωκεν.

῞Οτι, κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ κρύπτηται, ἡ φύσις τοῦτον διὰ τῶν ἐργων ἐξελέγχει.

Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ τὸν ἐρώμενον καὶ ἄκοντα ταύτης ἐπιθυμῆσαι. Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὠς ὁ μῦθος ληρεῖ. Τοῦ δὲ γάμου ἔτι ἐμμένοντος, μῦν ἡ νύμφη ἐμβλέψασα τῆς ὀπῆς διακύψαντα, τῶν νυμφικῶν στολῶν ἐπελάθετο καὶ τῶν οἰκείων ἐθῶν ἐπεδράττετο, καὶ γαλῆ ἦν ἡ γαλῆ, τὸν μῦν μὲν κατατρέχουσα, τῶν δὲ ὑμεναίων ἐπιλελησμένη.

῞Οτι, κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ ἀμειβῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν.

Γαλῆ δέ τις εὐπρεποῦς ἀνδρὸς ἠράσθη καὶ τὴν Ἀθηνᾶν τὴν θεὰν ἐδυσώπει τοῦ μεταβαλεῖν εἰς γυναικείαν θέσιν, ὅπως κάλλους τύχοι τοῦ τε ἐρωμένου. Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης, μετεβλήθη γε εἰς γυναικεῖον σχῆμα. Ταύτης ἀνὴρ δὲ προθύμως κατεσχέθη. Καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος,

μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης. Γῆς δὲ εὐθέως τῆν νυμφικὴν ῥιψάσης, τὸν μῦν διώκει ὑποκάτω κραββάτου.

Ὅτι, κἂν βραχύ τις ἐν ὑποκρίσει μορφῶται, ἡ φύσις αὐτοῦ διʼ ἔρωτος ἐλέγχεται.