Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Βορέας καὶ Ἤλιος περὶ δυνάμεως ῆριζον. ῎Εδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι ὃς ἂν αὐτῶν ἄνθρωπον

ὁδοιπόρον ἀποδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὢν 〈ὁ Βορέας〉 τῷ Ήλίῳ αὐτὸν παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὖ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει.

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθα ἀνυτικώτερόν ἐστι. A liter.