Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· Ὦ οὖτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας;

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.

Ἐν πόλει μεγίστην ταῦροι ἅμαξαν εἶλκον· ἡ δὲ ἔτριζεν ἰσχυρῶς. Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· Ὧ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων;

῞Οτι τινὲς ἐπ᾽ ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς.

Ταῦροι δύο ἅμαξαν ἕλκοντες ἐπὶ πόλιν τινὰ φόρτον ἔφέρον. Τῆς οὖν ἁμάξης τρυζούσης ἀεὶ φερομένης, θυμωθεὶς ὁ τὰς βοῦς ἐλαύνων ἔφη· Ὦ κακὸν κτῆμα, τί κράζεις, τῶν βίᾳ σε ἐλκόντων βοῶν σιωπώντων;

Ταῦροι δύο ἅμαξαν εἶλκον ἐν πόλει. Ἡ δ᾽ ἐπεβόα, κράζουσα δὴ μεγάλως.

Ὁ δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει· ῏Ω θρασύτατον κτῆμα κακῶν πραγμάτων, ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ τῶν καθελκόντων σε βοῶν σιωπώντων;

῞Οτι τινὲς ἐπ᾽ ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα φρονεῖν ἐπʼ αὐτοῖς.