Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν.

Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λιμνης ἐνέδυσαν. Ὕστερον δὲ, ὡς ἀκίνητον ἧν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἦκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ᾽ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ᾽ οὖ συλλαμβανόμενοι κατησθίοντο.

Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους.

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὐτῶν ἀναρχίᾳ πρέσβεις

ἔπεμψαν ἱκετεύοντες τὸν Δία ὅπως αὐτοῖς βασιλέα παράσχῃ. Ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον μέσον τῆς λίμνης ἔπηξε. Παραυτίκα δὲ οἱ βάτραχοι τῷ φόβῳ συστελλόμενοι εἰς τὰ βάθη ἑαυτοὺς κατέδυον. Χρόνου δὲ πολλοῦ παρῳχηκότος, ὡς ἀκίνητον ἑώρων τὸ ξύλον, ἀπεβάλλοντο τὸν φόβον καὶ εἰς τοσοῦτον κατεφρόνησαν αὐτοῦ ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. Μὴ ἀξιοῦντες δὲ τοῦτον ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία καὶ παρεκάλουν αὐτὸν ἀλλάξαι αὐτόν. Ὁ δὲ δέδωκεν αὐτοῖς εγχἔλυν. Ἰδόντες δὲ καὶ τούτου τὴν εὐήθειαν οὐκ ἀπεδέξαντο αὐτόν Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾽ αὐτῶν ὕδραν ἔπεμψεν αὐτοῖς εὐθύς. Συλληφθέντες οὖν οἱ βάτραχοι εἶς καὶ εἶς ἠσθίετο παρὰ ταύτης.

Ὁ μῦθος δηλοῖ ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.

Πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι᾽ ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι. Καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. Χρόνῳ δέ τινι τοῦ ξύλου ἀκινήτως ὄντος κατεφρόνησαν ὥστε καὶ ἐπιβάντες ἐπάνωθεν πολεμεῖν ἀλλήλοις. Καὶ πάλιν ἐδέοντο τοῦ Διὸς τύραννον ἢ στρατηγὸν λαβεῖν. Ὁ δὲ βδελυχθεὶς αὐτοὺς ὕδρον ἔδωκε διαφθείροντα τοὺς βατράχους.

῞Οτι πολλοὶ φεύγοντες δουλεύειν εἰρηνικοῖς δεσπόταις καὶ ἄκοντες εἰς πονηροὺς ἐνέπεσον.

Οἱ βάτραχοι δέ ποτε πολεμούμενοι ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν. Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον ὅ κατιδόντες σιγὴν βάτραχοι ἔσχον, ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι. Χρόνου δὲ πολλοῦ προβεβηκότος ἤδη, κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου

διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν. Μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ. Ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις.