Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἄνθρωπος δέ τις ξύλινον θεὸν ἔχων καθικέτευεν τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων, μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ. Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους, ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας. Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης, ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα· Στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων·

τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ.

Ἄνθρωπός τις ξύλινον ἔχων θεὸν καθικέτευε τοῦ ἀγαθοποιῆσαι αὐτόν. Ὡς οὖν ταῦτα ἔπραττε, καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθείς, ἄρας αὐτὸν τῶν σκελῶν, ἔρριψεν εἰς τὸ ἔδαφος. Προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα κλασθείσης, χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὄνπερ δὴ συνάγων ὁ ἄνθρωπος ἐβόα· Στρεβλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτήσαντα δέ σε πολλοῖς καλοῖς ἀμείβῃ.

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρωπον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφελήσῃ.

Ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὤν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτ᾽ ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα

κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· Στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.

Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ.

Ἄνθρωπος ξύλινον θεὸν ἔχων καθικέτευεν ἀγαθοποιῆσαι αὐτόν. Ὡς οὖν αὐτὸν ἐν τούτῳ ἐθεράπευε καὶ πλέον ἐν πενίᾳ διῆγε, ἐθυμώθη, καὶ ἄρας αὐτὸν ἐκ τῶν σκελῶν ἔρριψεν αὐτὸν ἐν τῷ ἐδάφει καὶ προσέκρουε τὴν αὐτοῦ κεφαλὴν τοῖς λίθοις. Θλασθείσης δὲ αὐτῆς, παραυτίκα ἔρρευσεν ἐξ αὐτῆς πολὺς χρυσός, ὃνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα· Στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ κακογνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ καὶ συνθλάσαντα πολλοῖς καλοῖς ἀμείβῃ.

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφεληθήσῃ τιμῶν πονηρόν ἄνθρωπον, ἀτιμάζων δὲ αὐτὸν καὶ τύπτων μᾶλλον ὠφεληθήσῃ.

Ξύλινόν τις εἶχε θεόν. Τούτῳ καθ᾽ ἑκάστην ἔθυε καὶ ηὔχετο ἀγαθοποιῆσαι αὐτόν. Ὡς δὲ χρόνῳ πολλῷ τοῦτο ποιῶν μᾶλλον ἐπένετο, θυμωθεὶς καὶ τοῦ σκέλους ἄρας χαμαὶ ἀπέκρουσεν. Χρυσὸς δέ, τῆς κεφαλῆς κλασθείσης, ἔρρευσεν, ὃν συναγαγὼν ὁ ἄνθρωπος εἶπεν· Στρεβλός τις 〈εἶ〉 καὶ ἀγνώμων, ὃς με θύοντα καὶ προσκυνοῦντά σε οὐδὲν ὠφέλεις, ὑβρίσαντα δέ σε ἀγαθοῖς πολλοῖς ἠμείψω.

῞Οτι οὐδὲν πλέον ὠφελήσῃ πονηρὸν ἄνδρα τιμῶν, ἀτιμάζων δὲ μᾶλλον ὠφεληθήσῃ.