Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· Ἀλλ᾽ ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγώ λευκανῶ, σὺ ασβολώσεις.

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.

Ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. Καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη· Ἀλλ᾽ ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι. Τοῦ δὲ πυνθανομένου δι᾽ ἣν αἰτίαν, ἔφη· Φοβοῦμαι μήπως ἅ ἐγὼ λευκαίνω, σὺ ἀποτεφροῖς.

Ὁ μύθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

Ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. Ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη· Ἀλλ᾽ οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι· δέδια γὰρ μή πως ἅπερ ἐγώ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς.

Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.