Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἠθέλησε· καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. Ἑμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο,

ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμών συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. Ὡς μὲν ἐγώ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.

Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

Ὄνυξιν ἄρας ἀετὸς ἄρνα ἤγαγε τοῖς παισὶ δεῖπνον. Τοῦτο δὲ ζηλώσας ὡρμληθη καὶ δὴ καταπτὰς ἐπὶ ἄρνα. ενεπάρη τοῖς μαλλοῖς. Οἱ δὲ παῖδες τοῦτον κρατήσανστες ᾔκιζον. Ὁ δὲ κολοιὸς ἔφη· Δίκαι πάσχω. τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην;

Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν τοίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας εῖασεν αὐτὸν ἐκ οίκῳ σὺν ὀρνίθοις. δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἐτερος δέ τις τοῦτον ξαγοράσας ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ῆνεγκεν εὐθὺς δῶρον τῷ ἔ’ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν.