Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ῆριζον. Της δὲ παρδάλεως παρʼ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης,

ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· Καὶ πόσον ἐγώ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι.

Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

Τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ εἶπε· Καὶ πόσον ἐγώ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω.

Ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους.

Στικτή ποτε πάρδαλις ἐκαυχᾶτο φορεῖν ἁπάντων ζῴων ποικιλωτέραν δέρριν. Πρὸς ἥν ἀλώπηξ εἶπεν· Ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω.

Ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἡ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ.