Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. Ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. Μετ' οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. Τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ

ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπʼ αὐτοῦ, ἀλλʼ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· Ἀλλʼ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, διʼ ἔργων δὲ φαῦλα δρῶντας.

Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολλῇ τὸν δρόμον ἀνύουσα, αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καὶ καθικέτευε τοῦ κρύψαι αὐτήν. Ὁ δὲ ὑπέδειξεν αὐτῇ

τὴν ἑαυτοῦ καλύβην. Ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν γωνίᾳ. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. Αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθεν 〈οὐ〉 προσφωνοῦσα. Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· Δι᾽ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· Ὡ ο῟θτος, ἀλλʼ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἕργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.

Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ

μὲν ἐπαγγελλομένους διὰ λόγων, διʼ ἔργων δὲ φαῦλα ποιοῦντας.

Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὑρίσκει ἐν ταύτῃ, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. Τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην, εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. Τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χείρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. Οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας. ἐξῆλθεν οὐ προσφωνοῦσα. Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν διʼ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλώπηξ ἐπιστραφεῖσα ἔφη Ὡ οὗτος, ἀλλʼ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὄμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.

Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

Ἔφευγεν ἀλώπηξ, κυνηγὸς δὲ ἐπεδίωκεν. Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. Ὁ δὲ συνέθετο ἡ δὲ ἐκρύβη. Ἐλθὼν δὲ ὁ κυνηγὸς ἠρώτα τὸν δρυτόμον μὴ ἀλώπηξ ὧδε εἰσῆλθεν. Ὁ δὲ· Οὐκ εἶδον, εἶπεν, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπέδειξεν. Ὁ δὲ τῷ λόγῳ πιστεύσας. τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. Ἡ δὲ ἀλώπηξ γελῶσα ἐξῆλθεν. Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. Ἡ δὲ εἶπεν· Ἡκροασάμην πάντα·

ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας.

Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.

Ἀλώπηξ κυνηγοὺς φεύγουσα εἰς δρυμῶνα κατήντησε. Δρυτόμον δὲ ἰδοῦσα παρεκάλει τοῦτον ὁρκίζουσα μὴ προδώσειν τοῖς κυνηγοῖς. Ὁ δὲ συνέθετο τοῦτο ποιῆσαι. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο. Τῶν δὲ μὴ συνιέντων, ἡ ἀλώπηξ μετὰ ταῦτα ἐξῆλθεν ἐκφυγοῦσα τὸν κίνδυνον. Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· Ἄπελθε τὸ ζῆν παρʼ ἐμοῦ ἔχουσα. Ἡ δʼ ἀλώπηξ ἔφη· Οὐκ ἔχω σοι χὰριν· τῷ μὲν στόματι ἕσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας.