Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων κἄταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἡδύνατ ἐξελθεῖν, ἐστέναζε καὶ

ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ῆκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἄν τοιαύτη γένῃ ὑποία οὖσα εἰσἡλθες, καὶ οὕτω ᾳδίως ἐξελεύσῃ.

Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὸὰ τῶν πραγμάτων ὀ χρόνος διαλύει.

Ἀλώπηξ λιμώττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα διὰ στενοτάτης ὀπῆς ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διά τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύρετο Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἡκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο διʼ ῆν αἰτίαν τοῦτο ποιεῖ.

Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· Ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἆν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες.

Ὁ μῦθος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

〈Ἐν〉 κοιλώματι δρυὸς στενωτάτῳ ποιμένος ἕκειτο πήρα μεθʼ ὧν εἴχε βρωμάτων. Ἀλώπηξ δὲ μαθοῦσα, νῆστις οὔσα καὶ λεπτοτάτη, εἰσελθοῦσα ἐνεπλήσθη κρεῶν. Ογκωθείσης δὲ τῆς γαστρός, ἐξελθεῖν τῆς στενῆς ὀπῆς οὐκ ἡδύνατο. Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οίαν ὅτε εἰσῆλθες.

Ὅτι οὐ δεῖ τινα δολίως ἡ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἄν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.