Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἁλιεῖς εἶλκον σαγήνην. Βαρείας δὲ αὐτῆς οὖσης, ἔχαιρον καὶ ἐσκίρτων, πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. Ὡς δʼ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δʼ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε· Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν. ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι.

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτόν. Ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας

ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.

Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.