Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἁλιεῖς ἐπʼ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον· καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τόσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ὁοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.

Οὕτω πολλάκις ἅ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

Ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες, καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ, μηδέν τι πέρας δυνάμενοι ἐκτελέσαι. Λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. Λαβόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἇ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

Ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἶλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν τῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθʼ ἡδονῆς ἀνεχώρησαν.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἅ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.