Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ᾽

ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν, ὅλος ὤν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· ῎Αθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἑλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.

Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

Ἴξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθε πρὸς ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος δένδρου ὑψηλοῦ καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν πρὸς τὸν ἀέρα. Καὶ δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμὲνη εὑρεθεῖσα, ἐπάτησεν αὐτήν. Ἡ δὲ στραφεῖσα ἔδακεν αὐτόν. Ὁ δὲ

λιποψυχῶν ἔφη μετὰ στεναγμοῦ· Ἄθλιος ἐγώ, ὃς ἕτερον θηρεῦσαι βουλόμενος αὐτὸς ἠγρεύθην εἰς θάνατον.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ μεταστρέφεται ἐπʼ αὐτοὺς ἡ κακία αὐτῶν.

Ἰξὸν λαβὼν ἰξευτὴς καὶ τοὺς καλάμους κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην, καὶ τήνδʼ ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν, καὶ πρὸς ὕψος ἔβλεπεν ἀγρεύων κίχλαν. Ἀλλʼ ἐπὶ ποδῶν ἀσπὶς ἧν κοιμωμένη· τὴν δʼ οὐ προιδών πεπάτηκεν εἰς κάραν. Ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου, καὶ λιποψιυχῶν ἐν στεναγμῷ ἐβόα· Θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην.

[Ὁ λόγος οὗτος δηλοῖ ὅτι] βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ.

Ἴξευτὴς ἰξὸν ἅναλάβων καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. Ἰδῶν δὲ κίχλαν ἐφʼ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος ἐφεώρα. Καὶ δὴ λαθὼν ἔχιν

κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. Τῆς δʼ ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφʼ ἑτέρου ἠγρεύθην εἰς θάνατον.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις ὑφʼ ἑτέρων τοῦτʼ αὐτὸ πάσχοντες.