Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Διὰ στενῆς ὁδοῦ βδευεν Ἡρακλῆς. Μήλῳ δέ τι ὅμοιον κατὰ γῆς καθήμενον ἰδὼν ἐπειρᾶτο τῷ ὁοπάλῳ συντρίβειν. Τὸ δὲ μᾶλλον διπλοῦν ἀπὸ τῆς ψαύσεως τοῦ ῥοπάλου ἐγένετο. Ὁ δὲ μᾶλλον τῷ ῥοπάλῳ καὶ αὖθις ἔπαιε. Τὸ 〈δ’〉 εἰς μέγεθος ἀρθὲν τὴν ὁδὸν τούτῳ ἀπέφραξε. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο ἐκπληττόμενος. Ἀθηνᾶ δὲ τοῦτον ἰδοῦσα ἔφη. Ὧ ῾Ἡράκλεις, παῦσαι θαυμάζων· τὸ γὰρ νῦν τὴν ἀπορίαν σοι προξενῆσαν ἡ φιλονεικία καὶ ἔρις ἐστίν. Ἄν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἄν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται.

Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο.

Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν διʼ ἥν πάντας τοὺς δαίμονας προσαγορεύσας ἀσμένως μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· Ἀλλʼ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι ὅτι παρʼ δν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα.

Ὁ λόγος λεχθείη ἄν ἐπʼ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.

Ἡρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν. Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη Ἀλλʼ ὦ οὕτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ.

Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.