Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. Τῆς δὲ εἰπούσης· Οἶκος φίλος, οἶκος ἄριστος, ἀγανακτήσας κατ᾽ αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν.

Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ᾽ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.

Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία· Μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. Τῆς δὲ εἰπούσης· Οἶκος φίλος, οἶκος ἄριστος, ἀγανακτήσας κατ᾽ αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς παρ᾽ ἑαυτοῖς ζῆν ἢ παρ᾽ ἄλλοις πολυτελῶς.