Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδαξε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δὴ, εἴ ποτε ὁ θηρευτικὸς ἐξιὼν πρὸς ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ, καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν

108
ἐξιὼν διόλου μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὸν δεσπότην δὲ, ὅς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλʼ ἀλλοτρίους πόνους ἐσθίειν.“

Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσὶν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις, ὅπως τὸ ὕδωρ ἐκπίωσιν, εἶθʼ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δʼ αὐτὰς πινούσας διαῤῥαγῆναι πρὶν ἢ τῶν βυρσῶν ἐφικέσθαι.

Οὕτως ἔνιοι τῶν ἀνθρώπων διʼ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἤ ὧν βούλονται περιγενόμενοι.

Λέοντος δορὰν κύνες εὑρόντες, διεσπάραττον ταύτην. Τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.“

Ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς δόξης ἐκπίπτωσιν.

Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις· χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, ἃ τʼ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην ἤμειβον αἰεί, δεῖπνα δʼ εἶχον ἡδίω,

109
ἕως τις αὐτοῖς εἶπεν· „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“

Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.

Δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὅ ζητεῖ, „ὦ οὗτος“ εἶπεν, „εἰ σώζεσθαι βούλει, λαβὼν ἄρτον, καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος.“ Κἀκεῖνος γελάσας ἔφη· „ἀλλʼ εἰ τοῦτο ποιήσω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθῆναι.“

μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

Κύων, ἐν τῷ χειμῶνι συστρεφόμενος καὶ συσπειρώμενος διὰ τὸ ῥιγοῦν, οἰκίαν ποιεῖν διενοεῖτο. Θέρους δʼ οὖ πάλιν ἐκτεταμένος καθεύδων, ἐφαίνετο μέγας ἑαυτῷ, καὶ οὔτε ἀναγκαῖον ἡγεῖτο οὔτε μικρὸν ἔργον, οἰκίαν περιβάλλεσθαι τοιαύτην.

Ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνος τὸ στόμα αὑτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνόμενος, ἔλεγε· „δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα τὰ περιφερῆ ὠὰ πεπίστευκα.“

Διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι οἱ ἀδικάστως πρᾶγμα

110
προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.

Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσιν. Οὗτος δὲ, τὸν κώδωνα σείων, ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ εἶπεν αὐτῷ κύων· „τί φαντάζῃ; οὐ διʼ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ διʼ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας.“

Ὅτι οἱ τῶν ἀλαζονευομένων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.

Κυὼν καὶ ἀλεκτρυὼν, ἑταιρείαν ποιησάμενοι, ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβὰς, ὁ δὲ κυὼν πρὸς τῇ ῥίζῃ τοῦ δένδρου, κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε, καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῶον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος, τὸν θυρωρὸν πρότερον διυπνίσαι, ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς ἐκείνου ἀνοίξαντος κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

Κύων θηρευτικὸς, λέοντα ἰδὼν, τοῦτον ἐδίωκεν· ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς

111
τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· „ὦ κακὴ κεφαλὴ, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;“

Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν αὐθαδείᾳ συνόντων, oἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζονται.

Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης εἶπεν· „τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει· μετʼ ἐμοῦ γὰρ ἥξεις .“ ἡ δὲ κέρκον οὐραίης ἄρασά φησι· „πάντʼ ἔχω· σὺ δὲ βραδύνεις.“

Πρὸς ἄνδρα ἀπαρασκεύαστον, τὸν ἐν ἑτοιμασίᾳ ὄντα περὶ συνοδοιπορίας κατεπείγοντα, ὁ λόγος εὔκαιρος.

Κύων τις, ἐν φάτνῃ κατακειμένη, οὔτε αὐτὴ τῶν κριθῶν ἤσθιεν, οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπέτρεπεν.

Κύων λαγωὸν διώξας ἐκράτησε· καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. Καὶ ὁ λαγωὸς εἶπεν· „εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ ἐχθρὸς, τί σαίνεις οὐράν;“

Κύων θηρευτικὸς λαβών ποτε λαγωὸν, τοῦτον πῇ μὲν ἔδακνε, πῇ δʼ αὐτοῦ τὰ χείλη περιέλειχεν· ὁ δʼ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· „ἀλλʼ, ὦ οὗτος, παῦσαί

112
με δάκνων ἢ καταφιλῶν, ἵνα γνῶ, πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας.“

Πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.

Κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον διʼ οἰκείαν δῆθεν ἀσθένειαν. Στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· „οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.“

Ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.

Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δʼ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θύσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. „Νῦν μὲν γὰρ“ φησὶ „λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι.“ Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθʼ ἡμέρας δʼ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνήσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· „ἀλλʼ, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.“

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.

Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος

113
ἐπιστραφεὶς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· „ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἄν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπʼ ἐμοῦ καρδίαν εἴληφας, ἀλλʼ ἐμοὶ καρδίαν δέ- δωκας.“

Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι, μεῖζον κρέας ἔχουσαν· διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη δʼ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι μηδὲ ἦν, τοῦ δʼ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.

Πρὸς ἂνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.

Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· „οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μὴ, τίς σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι, καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ , δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος· εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥῖνας αὐτοῦ ἄτριχα πρόσωπα. Ὁ δὲ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτὸν, ἕως οὗ ἠγανάκτησεν. Ὁ κώνωψ δὲ, νικήσας τὸν λέοντα καὶ σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἀπέπτατο. Ἀράχνης δὲ δεσμῷ ἐμπλακεὶς, ἐσθιόμενος ἀπωδύρετο, ὅτι μεγίστοις πολεμῶν ὑπὸ εὐτελοῦς ζώου, τῆς ἀράχνης, ἀπώλετο.

Ὁ μῦθος πρὸς τοὺς καταβάλλοντας μεγάλους καὶ ὑπὸ μικρῶν καταβαλλομένους.

114

Κώνωψ ἐπιστὰς κέρατι ταύρου, καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν ἔφη· „ἀλλʼ οὔτε ὅτε ἦλθες, ἔγνων, οὔτε ἐὰν ἀπέλθῃς, γνώσομαι.“

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύ- νατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλι- μός ἐστι.