Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

1

Ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθον. Καὶ τἀγαθὰ ἠρώτησαν τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. Ὁ δὲ εἶπε, μὴ μετʼ ἀλλήλων πάντα, ἓν δὲ καθʼ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον ἐξ οὐρανοῦ κάτεισι.

Ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῷ μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθʼ ἑκάστην πλήττεται.

Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ,,ὦ οὗτος, καὶ τί τοῦτον ὄντα τοιοῦτον πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; "ἀπεκρίνατο· ,, ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν."

Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὸ θεῖον περιφρονοῦντα.

Γεωργός τις ἐπʼ ἀγροῦ γεγηρακὼς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. Οἱ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. Ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων

2
καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὁδοῦ πλανηθέντα εἴς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. Ὁ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι ,,ὦ Ζεῦ,“ εἶπε ,,τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθ ὐφʼ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγαθῶν, ἀλλ’ ὀναρίων εὐτελεστάτων;“

Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο, λαγωὸν θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας· καὶ τὸ μὲν βέλος ἐντὸς αὐτοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· „καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς ἐναποθνήσκειν.“

Ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν ἰδίων κινδυνεύσῃ.

Τοξότης ἀετοῦ κατεστοχάζετο, καὶ βέλος ἀφεὶς εἷλε τὸν ἀετόν. Ἐπιστραφεὶς δὲ ὁ ἀετὸς, καὶ τὸ βέλος ἰδὼν ἐπτερωμένον τοῖς οἰκείοις πτεροῖς, ἔφη· „τὰ παρʼ αὐτῶν τοῖς πολλοῖς πραγμάτων οἰκείων ἐπιβουλή.“

Ἀετὸς καὶ ἀλώπηξ φιλεῖν ἀλλήλους συνθέμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν, ὁ ἀετὸς ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δʼἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθὲν, οὐ μᾶλλον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ·

3
χερσαία γὰρ οὖσα πτηνὸν διώκειν ἠδυνάτει. Διὸ πόῤῥωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δʼ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑπελθεῖν· θυόντων γάρ τινων αἶγα ἐπʼ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὐ ὗ κομισθέντος εἰς τὴν καλιὰν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε· καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀπτῆνες οἱ ἀετιδεῖς) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἄν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν διʼ ἀσθένειαν, ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν διακρούονται οὐδʼ ὅλως.

Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν· ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· „μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.“

Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργἐταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν.

Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθηόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε κάνθαρον ἰδὼν, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαῤῥύνας αὐτὸν,

4
ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην· κἀκεῖνος ὑπεριδὼν τὴν σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. Ὁ δὲ ἀπʼ ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη, τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὐτοῦ τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν ἀποῤῥίψας τὰ ὠά· ἀπʼ ἐκείνου τε φασὶ, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετούς μὴ νεοττεύειν.

Ὁ λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους, ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.

Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἂργα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἤθελε. Καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη· ἐμπαρέντων δʼ αὐτοῦ τῶν ὀνύχων τοῖς μαλλοῖς, ἐξαρθὴναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμὴν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτόν. Καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς αὐτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων, τί ἄν εἴη τὸ ὄρνεον, ἔφη· „ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.“

5

Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν· ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν· ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο μεθεῖναι αὐτὴν, λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν ἱἐρακος γαστέρα αὐτὴ πληρῶσαι· δεῖν δὲ αὐτὸν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· ,,ἀλλ’ ἔγωγε ἀπόπληκτος ἄν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ἀφεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.“

Ὁ λόγος δηλοῖ, ὡς οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἳ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.

Ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον, ὡς αὐτή. Ἡ δὲ εἶπεν· ,,οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ.“

Τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν θέλειν, ἔνθα ἡ λύπη συνέβη.

Ἀθήνῃσιν ἀνὴρ χρεωφειλέτης ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος, τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ παρασχέσθαι, ἀπορεῖν φάσκων· ὡς δʼ οὐκ ἔπειθε, προσαγαγὼν ὗν, ἣν μόνην εἶχε, παρόντος αὐτοῦ ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος, εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη, μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις

6
θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· ,,ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται.

Ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ διὰ τὸ ἱδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

Αἰπόλος τὰς αἶγας αὑτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς ἐθεᾶτο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δʼ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἔστησε μένειν, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα περισωρεύων πρὸς τὸ καὶ αὐτὰς ἐξιδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἰ περιττοτέρας αὐταὶ ἐπιμελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· ,,ἀλλὰ καὶ διʼ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.“

Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων προσεταιρίζεσθαι τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους, ὅτι καὶ, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι αἶγα, ἤγαγεν. Εὗρεν δὲ ἐλεῖ ἀγρίας αἶγας καὶ τράγους, πλείονας

7
ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος γελαστὸς εἰς τὸν οἶκον ἦλθε κενός.

Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων, ἐπʼ ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γενησομένου.

Αἰθίοπά τις ὠνήσατο, τοιοῦτον εἶναι τὸ χρῶμα δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λουτροῖς ἐπειρᾶτο φαιδρύνειν· καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν οὐκ ἔσχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.

Μένουσιν αἱ φύσεις, ὡς προῆλθον τὸ πρότερον.

Αἴλουρος συλλαβὼν ἀλεκτρυόνα, μετʼ εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει αὐτοῦ, ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις, νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δʼ ἀπολογουμένου, ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν, ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· „ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ, "τοῦτον κατεθοινήσατο.

Ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετʼ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

8

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα, καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικέσθαι δυνάμενος, δεῖν ἔγνω διʼ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· „ἀλλʼ, ὦ οὗτος, σοί γε, κἄν θύλαξ γένῃ, οὐ προσελευσόμεθα.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνιθες νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν, καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν· αἱ δὲ ὑποτυχοῦσαι ,,καλῶς,“ ἔφασαν, „ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.“

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἄν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

Ὄρνις δήποτε κατακλιθεὶς ἠῤῥώστει· εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα· „πῶς ἔχεις, φίλε; τί δέ σοι; ἐάν τι χρήζῃς, ἀνάγγειλόν μοι, καὶ πάντα σοι παρέξω· ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγιείας.“ δὲ ἀπεκρίθη πρὸς τὸν αἴλουρον ταῦτα· „ἐὰν σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνήσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.“

9

Τοὺς δολίους ὑποκριτὰς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.

Αἶγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο πρὸς τὰς λοιπάς. Ὠς δὲ φωναῖς καὶ συριγμοῖς χρώμενος οὐδὲν μᾶλλον ἤνυεν, λίθον ἀφεὶς καὶ τοῦ κέρως τυχὼν, ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. Ἡ δὲ ,,ἀνούστατε“ εἶπεν ,,αἰπόλων, τὸ κέρας κεκράξεται, κἂν ἐγὼ σιωπήσω.

Οὕτως λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν ἐθέλοντες.