Placita Philosophorum

Pseudo-Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ ἕκτης καὶ τριακοστῆς, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης.

Ἀσκληπιάδης; ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς· πολλάκις δὲ καὶ ἐνδοτέρω πληροῦσθαι δʼ ἐντὸς τῆς πεντηκοστῆς τοῖς μορίοις· ἐπὶ δὲ τῶν θηλυκῶν ἐν διμήνῳ διαρθροῦσθαι ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ ἐνδεῖν τοῦ θερμοῦ· τὰ· δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν στοιχείων.

Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων τὰ δὲ νεῦρα

πυρὸς καὶ γῆς, ὕδατι διπλασίονι μιχθέντων τοὺς δʼ ὄνυχας τοῖς ζῴοις γεννᾶσθαι, τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων· ὀστᾶ δὲ δυεῖν μὲν ὕδατος καὶ τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς καὶ γῆς τοσούτων συγκραθέντων μερῶν ἱδρῶτα δὲ καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ οὕτως ---.

Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός· τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ, σπέρματα, ἀτελῆ δʼ ἐστὶν ἄγονα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος. περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.

Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δʼ

ἐξέγερσιν διαχύσει, τῇ δὲ παντελεῖ ἀναχωρήσει θάνατον.

Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν τῷ αἵματι θερμοῦ συμμέτρῳ γίνεσθαι, τῆ δὲ παντελεῖ θάνατον.

Διογένης, εἰ ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσει μὲν τὰς φλέβας τὸν δʼ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσει εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι καὶ θερμότερον ὑπάρχειν τὸν θώρακα ἐὰν δʼ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπῃ, θάνατον συντυγχάνειν.

Πλάτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατʼ ἀναχαλασμόν, καθάπερ ἐπὶ τῆς γῆς, φερομένου δʼ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον · ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γεγενῆσθαι θάνατον.

Ἀριστοτέλης κοινὸν μὲν τὸν ὕπνον σώματος καὶ ψυχῆς· αἴτιον δʼ αὐτῷ τὸ ἀναθυμιαθὲν ὑγρὸν·

ἀπὸ τοῦ θώρακος εἰς τοὺς περὶ τὴν κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς ἢ τὸ ἐν τῇ καρδίᾳ περιψυχθὲν θερμόν· τὸν δὲ θάνατον εἶναι παντελῆ κατάψυξιν · θάνατον δʼ εἶναι μόνου τοῦ σώματος οὐ ψυχῆς ταύτης γὰρ οὐχ ὑπάρχει θάνατος.

Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον σωματικὸν γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν· εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν.

Λεύκιππος οὐ μόνον σώματος γίνεσθαι, ἀλλὰ κράσει τοῦ λεπτομεροῦς πλείονι τῆς ἐκκράσεως τοῦ ψυχικοῦ θερμοῦ, τὸν πλεονασμὸν αἴτιον θανάτου· ταῦτα δʼ εἶναι πάθη σώματος οὐ ψυχῆς.

Ἐμπεδοκλῆς τὸν θάνατον γεγενῆσθαι διαχωρισμὸν τοῦ πυρώδους καὶ γεώδους, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμὸν τοῦ πυρώδους

Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα· φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντετα

μένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη.

Ἀριστοτέλης ἔμψυχα μὲν οὐ μὴν ζῷα τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά.

οἱ Στωικοὶ δὲ καὶ οἱ Ἐπικούρειοι οὐκ ἔμψυχα τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς.

Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων ἐκ γῆς ἀναδῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν καὶ νύκτα διακριθῆναι διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον· αὔξεσθαι δʼ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη· τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός· καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, τὰ δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς πολυμερείας

καὶ τῶν φυτῶν γίνεσθαι, διαφόρους ἑχόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστικὸν οἶνον ποιοῦσιν, ἀλλʼ αἱ τοῦ τρέφοντος ἐδάφους.

Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῷα διὰ τὴν ὑπόστασιν τοῦ οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ, μειοῦσθαι δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων· τοὺς δὲ νῦν ἀνθρώπους τοῖς πρώτοις συμβαλλομένους βρεφῶν ἐπέχειν τάξιν.

Ἀναξαγόρας τρέφεσθαι μὲν

Ἐμπεδοκλῆς τὰς μὲν ὀρέξεις γίνεσθαι τοῖς ζῴοις κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστον στοιχείων, τὰς δʼ ἡδονὰς ἐξ ὑγροῦ καὶ τὰς τῶν κινδύνων καὶ ὁμοίων κινήσεις, τὰς δʼ ὀχλήσεις καὶ τὰς

Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετὸς ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ

τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δʼ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δʼ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς ---.

Διοκλῆς δέ φησιν· ὄψις ἀδήλων τὰ φαινόμενα ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες.

Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ ξηροῦ ψυχροῦ θερμοῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν· τὴν δʼ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία· καὶ νόσων αἰτία, ὡς μὲν ὑφʼ ἧς, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος· ὡς δʼ ἐξ ἧς, διὰ πλῆθος ἢ ἔνδειαν· ὡς δʼ ἐν οἷς, ἢ αἷμα

ἐνδέον ἢ ἐγκέφαλος· τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν.

Διοκλῆς πλείστας τῶν νόσων διʼ ἀνωμαλίαν τῶν ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος

Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ διʼ ἀπεψίας καὶ φθοράν, τὴν δʼ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν.

οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν οἱ γὰρ αὐτοὶ πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν.

Ἀσκληπιάδης Αἰθίοπάς φησι ταχέως γηράσκειν ἐτῶν τριάκοντα διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεχθέντας· ἐν Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ κατεψῦχθαι μὲν τοὺς τόπους, ἐν ἑαυτοῖς δὲ στέγειν τὸ πυρῶδες· τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματὰ εἰσιν ἀραιότερα διὰ τὸ ἀναχαλᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὰ δʼ ὑπὸ τῶν ἄρκτων πυκνά, διὰ τοῦτο οὖν καὶ πολυχρόνια.