Placita Philosophorum

Pseudo-Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτʼ εἶναι τὸν ἥλιον.

Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· ἢ νέφος πεπυρωμένον.

οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης

Πλάτων ἐκ πλείστου πυρός.

Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον.

Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος

Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ πυρῶδες τό τε δὴ ἀπʼ αὐτοῦ καὶ ἐσοπτροειδές· καὶ τρίτον τὴν ἀπὸ τοῦ

ἐσόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου.

Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον τὸν δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς αὐγῆς κατʼ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἣλιον.

Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον.

Ἀναξίμανδρος τὸν μὲν ἣλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφʼ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς.

Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου.

Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου.

Ἐπίκουρος τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω ἢ ἐλάττω.

Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἣλιον.

Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον.

οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.

Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.

Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα.

Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ.

Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων.

Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον.

οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἣλιον· ὠκεανὸς δʼ ἐστὶν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.

Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, διʼ οὗ φέρεται λοξοπορῶν ὁ ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων ταῦτα δὲ πάντα καὶ ἡ σφαῖρα δείκνυσιν.

Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον, τῆς σελήνης αὐτὸν ὑποτρεχούσης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ.

Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου.

Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.

Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίνεσθαι παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφʼ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.

ἔνιοι πύκνωμα τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ νεφῶν.

Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.

Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ τὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφʼ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑπομένειν. ὁ δʼ

αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.

Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὥσπερ τὸν τοῦ ἡλίου πλήρη πυρός ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον γὰρ εἶναι ἁρματείῳ τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πλήρη πυρός, ἔχοντι μίαν ἐκπνοήν.

Ξενοφάνης νέφος εἶναι πεπιλημένον.

οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος

Πλάτων ἐκ πλείονος τοῦ πυρώδους.

Ἀναξαγόρας Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.

Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην.

Πυθαγόρας κατοπτροειδὲς σῶμα.

οἱ Στωικοὶ μείζονα τῆς γῆς ἀποφαίνονται ὡς καὶ τὸν ἥλιον.

Παρμενίδης ἴσην τῷ ἡλίῳ, καὶ ἀπʼ αὐτοῦ φωτίζεσθαι.

οἱ Στωικοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἣλιον.

Ἐμπεδοκλῆς δισκοειδῆ.

Ἡράκλειτος σκαφοειδῆ.

ἄλλοι κυλινδροειδῆ.

Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.

Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ δʼ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὁ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.

Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγὰς φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.

Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.

Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους

Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς συστροφήν.

τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατʼ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθʼ ἣν τελείως σβέννυται.

Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ καὶ οἱ μαθηματικοὶ συμφώνως τὰς μὲν μηνιαίας ἀποκρύψεις συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δʼ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης

οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην, διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρʼ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.

Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα.

οἱ Στωικοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.

Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς,

οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.

Ἐρατοσθένης τὸν ἣλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτώ σταδίων.

ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λʼ, Διὸς δὲ ιβʼ. Ἄρεος δυεῖν· ἡλίου ιβʼ μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ σελήνης ἡμέραι λʼ· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.

τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δʼ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν· Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν ἡλιακῶν Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ διʼ ἑπτακισχιλίων ψοζʼ.

Περιωδευκὼς ἐν τοῖς προτέροις ἐν ἐπιτομῇ τὸν περὶ τῶν οὐρανίων λόγον, σελήνη δʼ αὐτῶν τὸ μεθόριον, τρέψομαι ἐν τῷ τρίτῳ πρὸς τὰ μετάρσια ταῦτα δʼ ἐστὶ τὰ ἀπὸ τοῦ κύκλου τῆς σελήνης καθήκοντα μέχρι πρὸς τὴν θέσιν τῆς γῆς, ἥντινα κέντρου τάξιν ἐπέχειν τῇ περιοχῇ τῆς σφαίρας νενομίκασιν. ἄρξομαι δʼ ἐντεῦθεν.

κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν γαλαξίας ὀνομαζόμενος.

τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, διʼ οὗ δὲ περιέδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ οἱ

δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατʼ ἀρχὰς γεγονέναι δρόμον. τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ καὶ ἐπὶ τῆς ἴριδος καὶ ἐπὶ τῶν νεφῶν συμβαίνει

Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου· τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον.

Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα.

Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τοῦτο τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γινόμενος μὴ πάντα φωτίζῃ.

Δημόκριτος πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις συναυγασμὸν διὰ τὴν πύκνωσιν.

Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς καὶ οὕτω κόμην πυρὸς ὑπὸ τὸν αἰθέρα κατωτέρω τῶν πλανητῶν.

Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανοτέραν αὐγῆς δὲ πυκνοτέραν.

τῶν ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δʼ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δʼ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς

τὸν ἥλιον, παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν.

Ἀναξαγόρας Δημόκριτος σύνοδον ἀστέρων δυεῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν.

Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν.

Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται.

Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δʼ, αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς.

Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου.

Βόηθος ἀέρος ἀνημμένου φαντασίαν.

Διογένης ἀστέρας εἶναι τοὺς κομήτας,

Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι διὸ καὶ παραυτίκα σβέννυσθαι.

Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτωσιν σπινθηρίζειν·

Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.

Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαίνειν ὅταν περιληφθὲν νέφει παχεῖ βιασάμενον τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.

Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ἀποτελεῖ τῇ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δʼ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν.

Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, τοῦτο δʼ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ τῷ δὲ παρὰ τὴν μελανίαν τοῦ νεφώδους χρώματι τὴν ἀστραπήν, τῷ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα.

οἱ Στωικοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δʼ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ· νωχελεστέραν

Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς ὅταν οὖν ἐντύχῃ μὲν τῇ παραβιάζηται τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ

τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δʼ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν συνεφέλκεται, θερμοτέραν μὲν ὁ πρηστὴρ παχυτέραν δʼ ὁ τυφών.

Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ὅτι πλεῖστον τοῦ ἀέρος, μᾶλλον δʼ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους· χιόνα δʼ ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ, χάλαζαν δʼ ὅταν συμπεριληφθῇ τῷ ὑγρῷ πνεῦμά τι.

Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη.

ὁ δʼ Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον.

τῶν μεταρσίων παθῶν τὰ μὲν καθʼ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατʼ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ ἔστιν οὖν κατʼ ἔμφασιν ἡ ἶρις.

Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος

ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει.
διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς.

πῶς οὖν γίνεται ἶρις; ὁρῶμεν δὴ κατὰ γραμμὰς ἢ κατʼ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατʼ ἀνακλωμένας, γραμμὰς ἀδήλους λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ, διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων· λεπτομερῆ γὰρ ταῦτα πάντα. καμπύλας δὲ γραμμὰς καθʼ ὕδατος βλέπομεν γινομένας· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ .· ὕδατος· ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην ὁρῶμεν. τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά· ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν εἶτʼ ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας· ὅταν οὖν ὁ ἥλιος γένηται εἰς δυσμάς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι, ὅτε ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίνεσθαι τὴν ἶριν. εἰσὶ δʼ αἱ ῥανίδες οὐ σχήματος μορφαὶ ἀλλὰ χρώματος· καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτʼ οὖν τὸ μὲν φοινικοῦν, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ

ἡ ἀκραιφνὴς λαμπηδὼν ἀνακλωμένη ἐρυθρὸν ποιεί καὶ φοινικοῦν τὸ χρῶμα· τὸ δὲ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές· ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο. ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ δροσίζον εἰς τὸ πράσινον μεταβάλλει. ἔστιν οὖν τοῦτο δοκιμάσαι διʼ ἔργων· εἰ γάρ τις ἄντικρυς τῶν ἡλίου ἀκτίνων λάβῃ ὕδωρ καὶ πυτίσῃ αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἣλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν· καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν.

Ἀναξιμένης ἶριν γίνεσθαι κατʼ αὐγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ.

Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας, καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὴν ἀστέρος διὰ παντὸς ἵστασθαι. παραπλησίως δʼ αἰτιολογεῖται τὰ καλούμενα παρήλια, γινόμενα δὲ κατὰ τὸν Πόντον.

Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δʼ αὐγὴν ἐρυθραίνεσθαι.

τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν

μὲν νεφῶν ὁρωμένων, οὐ κατʼ οἰκεῖον δὲ χρῶμα, ἀλλʼ ἕτερον ὅπερ κατʼ ἔμφασιν φαίνεται. ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα ὅμοια συμβαίνει πάθη.