De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

643

2. Γεννᾶται δʼ ὲν τῶ ποταμῷ ῥάβδος ὀνομαζομένη λευκόφυλλλος εὗρίσκεται δὲ τοῖς μυστηρίοις τῆς Ἑκάτης περὶ τὸν ὄρθρον πρὸς παιανισμὸν ἔνθεον αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἔαρος ἣν οἱ ζηλότυποι τῶν ἀνδρῶν δρεπόμενοι ῥίπτουσι περὶ τὸν παρθένιον θάλαμον καὶ ἀνόθευτον τηροῦσι τὸν γάμον. Ἐάν γὰρ τις προπετέστερον ἀποστραφῇ --- τῶν ἀσεβεστέρων διὰ μέθην καὶ εἰς τὸν τόπον εἰσέλθῃ, τῶν σωφρονούντων ἀφαρπάζεται λογισμῶν καὶ εὐθὺς ὁμολογεῖ πᾶσιν, ὅσα παρανόμως ἢ ἔπραξεν ἢ μέλλει πράττειν. Οἱ δὲ παρατυγχάνοντες συλλαμβάνοντες ῥίπτουοιν ἐμβεβυρσωμένον εἰς τὸ καλούμενον Στόμιον τῶν ἀσεβῶν. Ἔστι δὲ στρογγυλοειδὲς, φρέατι παραπλήσιον. Ἐκδίδωσι δὲ τὸ βληθὲν μετὰ λ΄ ἡμέρας εἰς τὴν Μαιῶτιν λίμνην σκωλήκων γέμον. Γῦπες δʼ αἰφνιδίως ἐπιφανέντες ἀθρόοι τὸν ἐγκείμενον διαρπάζουσι, ὡς ἱστορεῖ Κτήσιππος ἐν β’ Σκυθικῶν.

3. Παράκειται δὲ τὸ Καυκάσιον ὄρος ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη διʼ αἰτίαν τοιαύτην. Βορέας διʼ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας τὴν Ἀρκτούρου θυγατέρα κατήνεγκεν εἰς τινα λόφον Νιφάντην καλούκενον καὶ ἐγέννησεν ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. Μετωνομάσθη δὲ τὸ ὄρος Κοίτη Βορέου. Προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος ἐκκλίνων τὰς Διὸς ἀπειλὰς ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου Κοίτης κοὶ εἰς κροκόδειλον μεταμορφωθεὶς ἔλαθεν· ὁ δὲ Προμηθεὺς ἕνα τῶν ἐγχωρίων ποιμένα Καύκασον ἀναταμὼν καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. Ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσεν· τὸ δὲ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν Θεομαχίας γεγραφώς.

4. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη Προμήθειος καλουμένη,

644
μένη, ἣν Μήδεια συλλέγουσα καὶ λειοτριβοῦσα πρὸς ἀντιπαθείας τοῦ πατρὸς ἐχρήσατο, καθὼς ἱστορεῖ ὁ αὐτός.

1. Ἄραρ ποταμός ἐστι τῆς Κελτικῆς, τὴν προσηγορίαν εἰληφὼς παρὰ τὸ ἡρμόσθαι τῷ Ῥοδανῷ· καταφέρεται γὰρ εἰς τοῦτον κατὰ τὴν χώραν τῶν Ἀλλοβρόγων. Ἐκαλεῖτο δὲ πρότερον Βρίγουλος· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Ἄραρ κυνηγεσίας χάριν εἰς ὕλην προχωρήσας καὶ εὑρὼν τὸν ἀδελφὸν Κελτίβηρον ὑπὸ θηρίων ἀνηλωμένον, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν καιρίως πλήξας ἔβαλεν εἰς τὸν ποταμὸν Βρίγουλον, ὃς ἀπʼ αὐτοῦ μετωνομάσθη Ἄραρ.

2. Γεννᾶται δὲ ἐν αὐτῷ μέγας ἰχθὺς, σκολοπίας προσαγορευόμενος ὑπὸ τῶν ἐγχωρίων· οὗτος αὐξανομένης τῆς σελήνης λευκός ἐστιν· μειουμένης δὲ μέλας γίνεται παντελῶς ὑπεραυξήσας δὲ ἀναιρεῖται ὑπὸ τῶν ἰδίων ἀκανθῶν.