De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Στρυμὼν ποταμός ἐστι τῆς Θρᾴκης κατὰ πόλιν Ἠδωνίδα· προσηγορεύετο δὲ πρότερον Παλαιστῖνος ᾀπὸ Παλαιστίνου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς τοὺς ἀστυγείτονας ἔχων πόλεμον καὶ εἰς ἀσθένειαν ἐμπεσὼν τὸν υἱὸν Ἁλιάκμονα στρατηγὸν ἔπεμψεν· ὁ δὲ προπετέστερον μαχόμενος ἀνῃρέθη. Περὶ δὲ τῶν συμβεβηκότων ἀκούσας Παλαιστῖνος καὶ λαθῶν τοὺς δορυφόρους, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἴρριψεν εἰς ποταμὸν Κόνοζον, ὃς ἀπʼ αὐτοῦ Παλαιστῖνος ὠνομάσθη. Στρυμὼν δὲ, Ἄρεως παῖς καὶ Ἡλίκης, ἀκούσας περὶ τῆς Ῥήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Παλαιστῖνον, ὃς ἀπʼ αὐτοῦ Στρυμὼν μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος παυσίλυπος καλούμενος· ὃν ἐὰν εὕρῃ τις πενθῶν, παύεται παραχρῆμα τῆς κατεχούσης αὐτὸν συμφορᾶς, καθὼς ἱστορεῖ Ἰάσων Βυζάντιος ἐν τοῖς Θρᾳκικοῖς.

3. Παράκεινται δʼ αὐτῷ ὄρη Ῥοδόπη καὶ Αἷμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μὲν αὐτὴν Ἥραν προσηγόρευσεν, ἡ δὲ τὸν ἀγαπώμενον Δία. Οἱ δʼ ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν μισοπονήρως ἐνεγκόντες, εἰς ὁμώνυμα ὄρη με τέβαλον ἀμροτέρους.

651

4. Γεννῶνται δʼ ἐν αὐτοῖς λίθοι Φιλάδελφοι λεγόμενοι, κοραξοὶ τὴν χρόαν, ἀνθρωπόμιμοι. Οὗτοι τεθέντες χωρὶς ἀλλήλων καὶ ὀνομασθέντες, διαλύονται παραχρῆμα καὶ ιδιας ---, καθὼς ἱστορεῖ Θράσυλλος Μενδήσιος ἐν γ΄ περὶ Λίθων· μέμνηται δὲ τούτων ἀκριβέστερον ἐν τοῖς Θρᾳκικοῖς.