Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 88

Θ. ἐν τῷ περὶ ἐνθουσιασμῶν .. φησὶ .. τὴν μουσικὴν πολλὰ τῶν περὶ τὴν ψυχὴν καὶ τὸ σῶμα γιγνομένων παθῶν ἰατρεύειν καθάπερ λιποθυμίαν φόβους καὶ τὰς ἐπὶ μακρὸν γιγνομένας τῆς διανοίας ἐκστάσεις. Ἰᾶται γὰρ, φησὶν, ἡ καταύλησις καὶ ἰσχιάδα καὶ ἐπιληψίαν, καθάπερ --- λέγεται τὸν μουσικὸν καταστῆσαι τὸν ἐξιστάμενον ἐν Θήβαις ὑπὸ τὴν τῆς σάλπιγγος φωνήν· ἐπὶ τοσοῦτον γὰρ ἐβόησεν ἀκούων ὥστε ἀσχημονεῖν. Εἰ δέ ποτε καὶ πολεμικὸν σαλπίσειέ τις, πολὺ χεῖρον πάσχειν μαχόμενον. Τοῦτον οὖν κατὰ μικρὸν τῷ αὐλῷ προσάγειν καὶ ὡς ἄν τις εἴποι ἐκ προσαγωγῆς ἐποίησε καὶ τὴν τῆς σάλπιγγος φωνὴν ὑπομένειν. (Apollon. Hist. Mirab. c. 49.)