Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 85

Ὁ Θ. ἀντιλέγει τῷ Πλάτωνι περὶ τοῦ μὴ εἶναι ἀληθῆ καὶ ψευδῆ ἡδονὴν ἀλλὰ πάσας ἀληθεῖς. Εἰ γάρ ἐστί τις, φησὶν, ἡδονὴ ψευδὴς, ἔσται τις ἡδονή οὐχ ἡδονή· ἢ μάλιστα μὲν οὐδὲν συμβήσεται τοιοῦτον· καὶ γὰρ ἡ ψευδὴς δόξα οὐδὲν ἧττον δόξα· εἰ δὲ καὶ συμβαίη τι ἄτοπον τὴν ἐσχάτην ἡδονὴν δοκοῦσαν εἶναι μὴ εἶναι ἡδονήν· ἐπεὶ καὶ ὄντι ἄλλως οὐκ ὂν ἁπλῶς ἐπεὶ καὶ ὄν τι, ἀλλʼ ὡς οὐκ ὂν ἁπλῶς conj. Schneider. οἷον τὸ γεννητὸν οὐχ ὅπερ ὄν. Καὶ γὰρ Ἀριστοτέλης τινὰς ἡδονὰς πρός τι εἶναι ἡδονὰς ἀξιοῖ καὶ οὐχ ἁπλῶς, οἷον τὰς τῶν νοσούντων καὶ τῷ πικρῷ χρωμένων ὡς γλυκεῖ. Ἔτι φησὶν ὁ Θ. τριχῶς τὸ ψεῦδος· ἢ γὰρ ὡς ἔθος ἐπίπλαστον ἢ ὡς λόγος ἢ ὡς πρᾶγμά τι ὄν. Κατὰ τί οὖν, φησὶν, ἡ ἡδονὴ ψευδής; οὔτε γὰρ ἦθος ἡδονὴ οὔτε λόγος οὔτε ὂν, οὐκ ὄν· τοιοῦτον γὰρ τὸ πρᾶγμα τὸ ψευδὲς ἐν τῷ μὴ εἶναι χαρακτηρζόμεν. Ἢ ῥητέον ὅτι κατὰ τοὺς τρεῖς διοριο. σμούς ἐστι ψευδὴς ἡ ἡδονή· καὶ γὰρ ἐπίπλαστος ἡ τοῦ ἐπιπλάστου ἤθους, καὶ ἄλογος ἡ ἀντὶ τοῦ ἀληθοῦς εἰς τὸ ψεῦδος ἀποπλανηθεῖσα δόξα καὶ τούτῳ ἐφηδομένη· καὶ μὴ οὖσα ἡ κατὰ ἀπουσίαν τοῦ λυπηροῦ φανταζομένη ἡ ἡδονὴ καὶ ταῦτα μὴ παρόντος ἡδέος; (Olympiod. in Plat. Phileb. p. 269.)