Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 68

Ἔστιν ὁ τόπος, ὡς λέγει Θ., ἀρχή τις ἢ στοχεῖον ἀφʼ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς, ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένως, ἢ γὰρ περιλαμβάνει τὰ κοινά τε καὶ καθόλου ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν, ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι, - τοῖς δὲ καθʼ ἕκαστα ἀορίστως· ἀπὸ τούτων γὰρ ὁρμώμενον ἔστιν εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή. (Alex. in Arist. Top. 5.)