Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 53b

Ἄμεινον δὲ τὰ Θεοφράστου παραθέσθαι περί τε τοῦ δυνάμει νοῦ καὶ τοῦ ἐνεργείᾳ. Περὶ μὲν οὖν τοῦ δυνάμει τάδε φησίν· "Ὁ δὲ νοῦς πῶς ποτὲ ἔξωθεν ὢν καὶ ὥσπερ ἐπίθετος ὅμως συμφυὴς, καὶ τίς ἡ φύσις αὐτοῦ; τὸ μὲν γὰρ μηδὲν εἶναι κατʼ ἐνέργειαν δυνάμει δὲ πάντα, καλῶς, ὥσπερ καὶ ἡ αἴσθησις. Οὐ γὰρ οὕτως ληπτέον ὡς οὐδὲ αὐτός· ἐριστικὸν γάρ· ἀλλʼ ὡς ὑποκειμένην τινὰ δύναμιν καθάπερ καὶ ἐπὶ τῶν ὑλικῶν. Ἀλλὰ τὸ ἔξωθεν ἄρα οὐχ ὡς ἐπίθετον ἀλλʼ ὡς ἐν τῇ πρώτῃ γενέσει συμπεριλαμβανόμενον θετέον. Πῶς δέ ποτε γίνεται τὰ νοητὰ καὶ τί τὸ πάσχειν αὐτόν; δεῖ γὰρ, εἴπερ εἰς ἐνέργειαν ἥξει, καθάπερ ἡ αἴσθησις· ἀσωμάτῳ δὲ ὑπὸ σώματος τί τὸ πάθος, ἢ ποία μεταβολή, καὶ πρότερον ἀπʼ ἐκείνου ἡ ἀρχὴ ἢ ἀπʼ αὐετοῦ; τὸ μὲν χὰρ πάσχειν ἀπʼ ἐκείνου δόξειεν ἂν, οὐδὲν γὰρ ἀφʼ ἑαυτοῦ τῶν ἐν πάθει, τὸ δὲ ἀρχὴ πάντων εἶναι καὶ ἐπʼ αὐτῷ τὸ νοεῖν καὶ μὴ ὥσπερ ταῖς αἰσθήσεσιν ἀπʼ αὐτοῦ. Τάχα δʼ ἂν φανείη καὶ τοῦτο ἄτοπον, εἰ ὁ νοῦς ὕλης ἔχει φύσιν μηδὲν ὣν ἅπαντα δὲ δυνατός" --- ἔστι δὲ ἐν τῷ πέμπτῳ τῶν Φυσικῶν, δευτέρῳ δὲ τῶν περὶ Ψυχῆς --- ἀπαθὴς γὰρ, φησὶν, ὁ νοῦς, εἰ μὴ ἄρα ἄλλως παθητικὸς, καὶ ὅτι τὸ παθητικὸν ὑπʼ αὐτοῦ οὐχ ὡς τὸ κινητικὸν ληπτέον, ἀτελὴς γὰρ ἡ κίνησις, ἀλλʼ ὡς ἐνέργειαν. Καὶ προϊών φησι τὰς μὲν αἰσθήσεις οὐκ ἄνευ σώματος, τὸν δὲ νοῦν χωριστόν. Ἁψάμενος δὲ καὶ τῶν περὶ τοῦ ποιητικοῦ νοῦ διωρισμένων Ἀριστοτέλει, ἐκεῖνο, φησὶν, ἐπισκεπτέον, ὁ δή φαμεν ἐν πάσῃ φύσει τὸ μὲν ὡς ὕλην καὶ δυνάμει τὸ δὲ αἴτιον καὶ ποιητικὸν, καὶ, ὅτι ἀεὶ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης· ταῦτα μὲν ἀποδέχεται, διαπορεῖ δέ· τίνες οὖν αὗται αἱ δύο φύσεις, καὶ τί πάλιν τὸ ὑποκείμενον ἢ συνηρτημένον τῷ ποιητικῷ, μικτὸν γάρ πως ὁ νοῦς ἔκ τε τοῦ ποιητικοῦ καὶ τοῦ δυνάμει· εἰ μὲν οὖν σύμφυτος ὁ κινῶν, καὶ εὐθὺς ἐχρῆν καὶ ἀεί· εἰ δὲ ὕστερον, μετὰ τίνος, καὶ πῶς ἡ γένεσις; ἔοικεν οὖν καὶ ἀγέννητος εἴπερ καὶ ἄφθαρτος. Ἐνυπάρχων δʼ οὖν διὰ τί οὐκ ἀεί; ἢ διὰ τί λήθη καὶ ἀπάτη καὶ ψεῦδος, ἢ διὰ τὴν μίξιν; ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὅτι οὐ φαύλως ὑπονοοῦμεν ἄλλον μέν τινα παρʼ αὐτοῖς εἶναι τὸν παθητικὸν νοῦν καὶ φθαρτὸν, ὃν καὶ κοινὸν ὀνομάζουσι, καὶ ἀχώριστον τοῦ σώματος, καὶ διὰ τὴν πρὸς τοῦτο μίξιν τὴν λήθην καὶ τὴν ἀπάτην γίνεσθαι, φησὶν ὁ Θ., ἄλλον δὲ τὸν ὥσπερ συγκείμενον ἐκ τοῦ δυε͂ νάμει καὶ ἐνεργείᾳ, ὃν καὶ χωριστὸν εἶναι τοῦ σώματος τιθέασι καὶ ἄφθαρτον καὶ ἀγέννητον, καὶ πὼς μὲν δύο φύσεις τούτους τοὺς νοῦς, πὼς δὲ μίαν. Ἓν γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους. (Themist. de An. 91.)