Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 51

Καλῶς ὁ Πλάτων τὴν φυσιολογίαν εἰκοτολογίαν ἔλεγεν εἶναι, ᾧ καὶ Ἀριστοτέλης συμμαρτυρεῖ, τὴν κυρίως ἀπόδειξιν ἐξ ἀμέσων καὶ ἀξιοπίστων ἀρχῶν καὶ ἐκ τῶν κυρίως αἰτίων καὶ τῇ φύσει προτέρων εἶναι βουλόμενος. Ἀλλʼ οὐκ ἀτιμαστέον διὰ τοῦτο φυσιολογίαν, ἀλλʼ ἀρκεῖσθαι χρὴ τῷ κατὰ τὴν ἡμετέραν χρῆσιν καὶ δύναμιν ὡς καὶ Θεοφράστῳ δοκεῖ. (Simpl. in Arist. Phys. f. 5.)