Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 44

Περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θ. ἐν τῷ πρώτῳ τῶν Φυσικῶν οὕτως λέγει· Τούτῳ δʼ ἐπιο γενόμενος Παρμενίδης Πύρητος ὁ Ἐλεάτης, δὲ λέγει καὶ Ξενοφάνην. - ἐπʼ ἀμφοτέρας ἦλθε τὰς ὁδούς, Καὶ γὰρ ὡς ἀΐδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατʼ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγέννητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχὰς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην, τὸ δʼ ὡς αἴτιον καὶ ποιοῦν. (Alex. in Arist. Metaph. p. 536 Bk.)