Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 25

Καὶ γὰρ ὁ Θ. ἐν τῷ πρώτῳ τῶν περὶ Κινήσεως θαυμαστὰ, φησὶ, φαίνεται κατʼ αὐτὴν ὄντα τὴν φύσιν τῆς κινήσεως, οἷον εἰ μὴ ἔστιν αὐτῆς ἀρχὴ, πέρας δὲ ἔστι. Πῶς δὲ τὸ μὲν πέρας ἀδιαίρετον ἐλαμβάνομεν, τὴν δὲ ἀρχὴν ἐπʼ ἄπειρον διαιρετήν. Δυνατὸν γὰρ τοῖς αὐτοῖς χρώμενον λόγοις καὶ τὸ πέρας τοῦ συνεχοῦς ἐπʼ ἄπειρον διαιρετὸν λαβεῖν καὶ τὴν ἀρχὴν ἀδιαίρετον· ἔοικεν οὖν καὶ τὸ πέρας διττὸν εἶναι καὶ ἡ ἀρχὴ διττὴ τῆς τε κινήσεως καὶ τοῦ χρόνου καὶ παντὸς συνεχοῦς, τὸ μὲν ὡς τὸ πρῶτον ἢ τὸ ἔσχατον μέρος τοῦ συνεχοῦς, τὸ δὲ ὡς ἀρχὴ καὶ πέρας, τὰ μηκέτι μέρη μηδὲ ὅμοια τῷ ὅλῳ. (Simpl. in Arist. Phys. 230.)

Fr. 26

Θαυμαστὸν τοίνυν, καθάπερ φησὶν ὁ Θ., καὶ λίαν παρὰ τὰς ἐννοίας, εἰ μὴ ἔστιν ἀρχὴ τῆς κινήσεως, πέρας δὲ ἔστιν, καὶ ὅλως εἰ μὴ ἄμφω πεπερασμένα, ἀλλὰ τέλος μέν ἐστι τοῦ βαδίζειν, ἀρχὴ δὲ οὐ, καὶ τέλος μὲν τοῦ πλεῖν, ἀρχὴ δὲ οὐκ ἔστιν, καὶ ἡνίκα μὲν ἐπαύσατο τοῦ τρέχειν ὁ ἵππος ἔστιν εἰπεῖν, ἡνίκα δὲ ἤρξατο οὐκ ἔστιν. Ἢ οὐ τοῦτό φησιν ὡς οὐκ ἔστιν ἀρχὴ τῆς κινήσεως, ἀλλʼ ὡς οὐκ ἔστιν αὐτὴν λαβεῖν; (Themist. in Arist. Phys. p. 411 Bk.)

Fr. 26b

Καὶ ὁ Θ. δὲ ἐν τῷ α´ περὶ Κινήσεως τὰ αὐτὰ ταῦτα περὶ τούτων δοξάζων φαίνεται. Λέγει δὲ οὕτως· Ὑπὲρ δὲ τοῦ κινεῖσθαι τὸ κινούμενον καὶ κεκινῆσθαι τὸ κεκινημένον δεῖν ἄρα γε ἐνδέχεται λέγειν ὃ καὶ ἐπὶ τῶν σωμάτων κατὰ τὴν ἀλλοίωσιν, ὡς οὐκ ἀεὶ τὸ ἥμισυ πρῶτον, ἀλλʼ ἐνίοτε ἀθρόον γε. (Simpl. in Arist. Phys. f. 23.)

Fr. 27

Οἱ περὶ τὸν Ἀριστοτέλη καὶ Θεόφραστον καὶ ὅλως οἱ Περιπατητικοὶ διττῆς οὔσης κατὰ τὸ ἀνωτάτω τῆς τῶν πραγμάτων φύσεως, ἐπεὶ τὰ μὲν καθῶς προεῖπον αἰσθητά ἐστι, τὰ δὲ νοητὰ, διττὸν καὶ αὐτοὶ τὸ κριτήριον ἀπολείπουσιν, αἴσθησιν μὲν τῶν αἰσθητῶν, νόησιν δὲ τῶν νοητῶν, κοινὸν δὲ ἀμφοτέρων, ὡς ἔλεγεν ὁ Θ. τὸ ἐναργές. (Sext. Emp. a. M. 7, 217, p. 414 ed. Fabr. 1718.)

Fr. 28

Καὶ Θ. μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησι γεννητὸν τὸν κόσμον καὶ οὕτω ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δὲ ὅτι ἴσως σαφηνείας χάριν γεννητὸν αὐτὸν ὑποτίθεται. (Taurus ap. Joannem adv. Proclum VI, 8 et 27.)

Fr. 29

Ὁ δὲ Θ. εἰπὼν ὅτι τάχʼ ἂν γεννητὸν λέγοι σαφηνείας χάριν ὡς καὶ τοῖς διαγράμμασι παρακολουθοῦμεν γινομένοις, φησὶ, πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει καὶ ἐπὶ τῶν διαγραμμάτων. (Taurus l. l. VI, 21 et 27.)