Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 25

Καὶ γὰρ ὁ Θ. ἐν τῷ πρώτῳ τῶν περὶ Κινήσεως θαυμαστὰ, φησὶ, φαίνεται κατʼ αὐτὴν ὄντα τὴν φύσιν τῆς κινήσεως, οἷον εἰ μὴ ἔστιν αὐτῆς ἀρχὴ, πέρας δὲ ἔστι. Πῶς δὲ τὸ μὲν πέρας ἀδιαίρετον ἐλαμβάνομεν, τὴν δὲ ἀρχὴν ἐπʼ ἄπειρον διαιρετήν. Δυνατὸν γὰρ τοῖς αὐτοῖς χρώμενον λόγοις καὶ τὸ πέρας τοῦ συνεχοῦς ἐπʼ ἄπειρον διαιρετὸν λαβεῖν καὶ τὴν ἀρχὴν ἀδιαίρετον· ἔοικεν οὖν καὶ τὸ πέρας διττὸν εἶναι καὶ ἡ ἀρχὴ διττὴ τῆς τε κινήσεως καὶ τοῦ χρόνου καὶ παντὸς συνεχοῦς, τὸ μὲν ὡς τὸ πρῶτον ἢ τὸ ἔσχατον μέρος τοῦ συνεχοῦς, τὸ δὲ ὡς ἀρχὴ καὶ πέρας, τὰ μηκέτι μέρη μηδὲ ὅμοια τῷ ὅλῳ. (Simpl. in Arist. Phys. 230.)