Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 174

Ὅτι τῶν ἀθρόων φαινομένων ζώων οὐχ ἡ αὐτὴ

πάντων αἰτία ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φανερὰ ὥσπερ τῶν μυιῶν, αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλλον γίνονται. Τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις. Ἄλλα δὲ προϋπάρχει μὲν ἐκφαίνεται δὲ διὰ τοὺς ὑετοὺς ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται ὥς τινες οἴονται, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστι τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τούτων καὶ τῶν ἄλλων ὅταν εὐθηνήσωσιν.

Ὅτι μᾶλλον μετὰ τὰς διαλύσεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται· συμβαίνει γὰρ παρόντων μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις φθείρεσθαι τὰς γενέσεις αὐτῶν κινήσεως ἀεὶ καὶ μεταβολῆς γινομένης ὡς ἐν τοῖς ἄλλοις καὶ ἐν αὐτοῖς τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν· ὅταν δὲ διαλυθῶσιν ἡσυχίας γενομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπʼ οὐοδένος κωλύεσθαι μέχρι οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς αθάρμασιν ὑγρόν. Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις ταχεῖαν καὶ πολλὴν ὡς εἴρηται τὴν γένεσιν λαμβάνει.

Οἱ δʼ ἀττέλεβοι καὶ αἱ ἀκρίδες πανταχοῦ μέν εἰσιν ὡς εἰπεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμβάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠὰ, ὃ συμβαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωργουμένη ἀπόλλυνται, διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀργούσης καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργάσιμον. Ἐγχρονίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνα- σθαι· ἢ διὰ τὸ ἐπιτήδειον τῆς χώρας. Τοιαύτη δὲ ἣ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος.

Χαλεπαὶ μὲν οὖν καὶ αἱ ἀκρίδες, χαλεπώτεροι δὲ οἱ ἀττέλεβοι καὶ τούτων μάλιστα οὓς καλοῦσι βρούη κους. Ἡ δὲ γένεσις αὐτῶν ἐξ ἀλλήλων. Τινὲς δὲ οἴονται οὐκ ἀκριβεῖ σημείῳ τῷ τὸ χρῶμα παραπλησίως τινὰς αὐτῶν ἔχειν τοῖς ἐν τῇ χώρᾳ ὅτι καὶ αὐτόματος. Δῆλον γὰρ ὅτι τὸ τοιοῦτον ἀπὸ τῆς τροφῆς ἀλλʼ οὐκ ἀπὸ τῆς γενέσεως προσλαμβάνουσιν.

Ἡ δὲ φθορὰ τούτων ἡ μέν ἐστιν οἷον φυσική τις καὶ λοιμώδης. Ὑπὸ κύνα γὰρ οἰστρᾷ καὶ ἐγγίνεταί τι σκωλήκιον ἐν τῇ κεφαλῇ καὶ φθείρεται· ἡ δὲ ἐν τῇ μετακινήσει καὶ τῇ πτήσει· ὅταν γὰρ ἀρθῶσιν ὑπὸ τῶν ἀνέμων καταφέρονται εἰς τὴν θάλασσαν καὶ φθείρονται. Φθείρονται δὲ καὶ διὰ χειμῶνα καὶ ψῦχος καὶ αὐτὰ καὶ τὰ ὠὰ αὐτῶν. Φθείρονται δὲ καὶ ἐκ μηχανῆς ἀνθρώπων· τάφρους γὰρ ποιοῦντες συνελαύνουσιν αὐτὰ εἰς αὑτοὺς καὶ καταχωννύντες διαφθείρουσι.

Ὅτι τῶν ὄφεων δύο τινὰ τῆς γενέσεως αἴτιά ἐστιν. Ἢ γὰρ ἀὴρ ἔπομβρος ἢ πόλεμοι καὶ χύσεις αἱμάτων. Ὃ σχεδὸν καὶ τῶν ἄλλων θηρίων τῆς γενέσεως αἴτιον. Ἐξ οὗ ποτὲ καὶ περὶ Θετταλίαν πλῆθος ὄφεων ἱστοροῦσι γενέσθαι.

Ὅτι καὶ αἱ μύες ἐν ταῖς ἀρούραις ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν ταῖς

ἐπομβρίαις· πολέμιον γὰρ αὐταῖς τὰ ὕδατα· πολύγονον δὲ τὸ ζῶον· ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξωθεν φθορᾷ διὰ πλῆθος ὑδάτων· τοῦτο γὰρ καὶ ἔξω χειμάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ. Φθείρουσι δʼ αὐτοὺς καὶ αἱ ἄγριαι γαλαῖ. Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώδης· τίκτεται γὰρ καὶ τούτων ἐν τῇ κεφαλῇ σκώληξ καὶ φθείρονται· ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλουοσιν.

Ὅτι οἱ μύες ἱστοροῦνται καὶ σίδηρον κατεσθίειν καὶ χρυσίον· διὸ καὶ ἀνατέμνοντες αὐτοὺς οἱ ἐν τοῖς χρυσείοις τὸν χρυσὸν ἀνιμῶνται. Ὅτι ἐν Αἰγύπτῳ δίποδάς φασιν μύας γίνεσθαι καὶ μεγάλους· ἔχουσι δὲ οὗτοι καὶ τοὺς ἐμπροσθίους πόδας ἀλλʼ οὐ βαδίζουσιν ἐπʼ αὐτοῖς, χρῶνται δʼ αὐτοῖς οἷα χερσίν· ὅταν δὲ φεύγωσι πηδῶσι. (Photii Bibl. 278, 7.)