Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 174

Ὅτι τῶν ἀθρόων φαινομένων ζώων οὐχ ἡ αὐτὴ

πάντων αἰτία ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φανερὰ ὥσπερ τῶν μυιῶν, αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλλον γίνονται. Τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις. Ἄλλα δὲ προϋπάρχει μὲν ἐκφαίνεται δὲ διὰ τοὺς ὑετοὺς ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται ὥς τινες οἴονται, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστι τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τούτων καὶ τῶν ἄλλων ὅταν εὐθηνήσωσιν.