Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 152

Χρὴ τοίνυν τὸν μέλλοντα θαυμασθήσεσθαι περὶ τὸ θεῖον φιλοθύτην εἶναι, μὴ τῷ πολλὰ θύειν ἀλλὰ τῷ πυκνὰ τιμᾶν τὸ θεῖον· τὸ μὲν γὰρ εὐπορίας τὸ δʼ ὁσιότητος σημεῖον. Ἔπειτα γονεῖς γηροτροφεῖν καλῶς, ταῖς τʼ ἐκείνων βουλήσεσι τὸν αὐτῶν βίον εὐπειθῆ κατασκευάζειν. Ὁ γὰρ μὴ τοιοῦτος ἀλλὰ τῶν τε τῆς φύσεως τῶν τε τῆς πόλεως νόμων ὀλιγωρῶν ἀμφοτέρους τοὺς τῆς δικαιοσύνης τρόπους παραβέβηκεν. Καὶ μὴν καὶ γυναικὸς καὶ παίδων ἐπιμελητέον καλῶς καὶ φιλανθρώπως. Οἱ μὲν γὰρ εἰς τὸ γῆρας

ταῖς θεραπείαις, ἡ δʼ ἐν ταῖς νόσοις καὶ ταῖς καθʼ ἡμέραν οἰκονομίαις ἀποδώσει τὴν εὐεργεσίαν. Ἐὰν δέ τινι συμβάλλειν ἀνάγκη ἦ, μετὰ τοῦ βεβαίου πειρῶ τοῦτο πράττειν. Φρονιμωτάτου γὰρ ἀνδρὸς δανείσαντα φρονίμως ἀπολαβεῖν φιλικῶς, οὐ συναλλάξαντα φιλανθρώπως κομίσασθαι φιλαπεχθημόνως. (Stobaei Serm. 3, p. 40 ed. Basil. 1549.)